Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

εἰσῄει δὲ πρὸς αὐτὸν εἰς τὸ δωμάτιον οὔτε ἀδελφὸς οὔθʼ υἱὸς ὡς ἔτυχεν ἠμφιεσμένος, ἀλλʼ ἔδει πρὶν εἰσελθεῖν ἀποδύντα τὴν ἑαυτοῦ στολὴν ἕκαστον ἑτέραν ἀναλαβεῖν, ὁραθέντα γυμνὸν ὑπὸ τῶν φυλαττόντων.

ἐπεὶ δὲ Λεπτίνης ὁ ἀδελφὸς αὐτῷ ποτε

p.20
χωρίου φύσιν ἐξηγούμενος λαβὼν λόγχην παρά τινος τῶν δορυφόρων ὑπέγραψε τὸν τόπον, ἐκείνῳ μὲν ἰσχυρῶς ἐχαλέπηνε, τὸν δέ δόντα τὴν λόγχην ἀπέκτεινεν.

ἔλεγε δέ τοὺς φίλους φυλάττεσθαι νοῦν ἔχοντας εἰδὼς καὶ βουλομένους μᾶλλον τυραννεῖν ἢ τυραννεῖσθαι.

καὶ Μαρσύαν δέ τινα τῶν προηγμένων ὑπʼ αὐτοῦ καὶ τεταγμένων ἐφʼ ἡγεμονίας ἀνεῖλε δόξαντα κατὰ, τοὺς ὕπνους σφάττειν αὐτόν, ὡς ἀπʼ ἐννοίας μεθημερινῆς καὶ

paris.1624.962
διαλογισμοῦ τῆς ὄψεως ταύτης εἰς τὸν ὕπνον αὐτῷ παραγενομένης.

ὁ μὲν δὴ Πλάτωνι θυμωθείς ὅτι μὴ πάντων αὐτὸν ἀνθρώπων ἀνδρειότατον ὄντα ἀπέφηνεν, οὕτω περίφοβον καὶ τοσούτων ὑπὸ δειλίας κακῶν μεστὴν εἶχε τὴν ψυχήν.