Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰτοῦντι δόντες ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτῳ συνάψαντες τὸν ὕπνον.

οὐ μὴν ἀλλὰ συλλόγου πρώτου τῶν φίλων γενομένου παρὰ τὸν νέον Διονύσιον οὕτω διελέχθη περὶ τῶν συμφερόντων πρὸς τὸν καιρὸν ὁ

p.14
Δίων ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος ἀγεννῶς καὶ περιφόβως τὰ πολλὰ πρὸς χάριν τῷ μειρακίῳ συμβουλεύοντας,

μάλιστα δὲ αὐτοὺς ἐξέπληξε τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον, εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις εὖ πλεούσας.[*](εὖ πλεούσας van Herwerden: πλεούσας.)

ὁ μὲν οὖν Διονύσιος ὑπερφυῶς τὴν μεγαλοψυχίαν ἐθαύμασε καὶ τὴν προθυμίαν ἠγάπησεν·

οἱ δὲ ἐλέγχεσθαι τῇ λαμπρότητι καὶ ταπεινοῦσθαι τῇ δυνάμει τοῦ Δίωνος οἰόμενοι, ταύτην εὐθὺς ἀρχὴν λαβόντες, οὐδεμιᾶς ἐφείδοντο φωνῆς ᾗ τὸ μειράκιον ἐξαγριαίνειν ἔμελλον πρὸς αὐτόν, ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας, ἀδελφιδοῦς ὄντας αὐτῷ.