Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

διατριβῆς δὲ γενομένης Λύκων ὁ Συρακούσιος ὀρέγει τινὶ τῶν Ζακυνθίων διὰ τῆς θυρίδος ἐγχειρίδιον, ᾧ καθάπερ ἱερεῖον τὸν Δίωνα κρατούμενον πάλαι καὶ δεδιττόμενον ἀπέσφαξαν.

εὐθὺς δὲ καὶ τὴν ἀδελφὴν μετὰ τῆς γυναικὸς ἐγκύμονος οὔσης εἰς τὴν εἱρκτὴν ἐνέβαλον. καὶ συνέβη τῇ γυναικὶ τλημονέστατα λοχευθείσῃ τεκεῖν ἐν τῷ δεσμωτηρίῳ παιδάριον ἄρρεν· ὅπερ καὶ θρέψαι μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας, ἤδη τοῦ Καλλίππου θορυβουμένου τοῖς πράγμασιν.

ἐν ἀρχῇ μὲν γὰρ ἀποκτείνας τὸν Δίωνα λαμπρὸς ἦν καί κατεῖχε τὰς Συρακούσας· καί πρὸς τὴν Ἀθηναίων ἔγραφε πόλιν, ἣν μάλιστα μετὰ τοὺς θεοὺς ὤφειλεν αἰδεῖσθαι καί δεδιέναι τηλικούτου μύσους ἁψάμενος.

ἀλλʼ ἔοικεν ἀληθῶς λέγεσθαι τὸ τὴν πόλιν ἐκείνην φέρειν ἄνδρας ἀρετῇ τε τοὺς ἀγαθοὺς ἀρίστους καὶ κακίᾳ τοὺς φαύλους πονηροτάτους, καθάπερ αὐτῶν καί ἡ χώρα κάλλιστον μέλι καί κώνειον ὠκυμορώτατον ἀναδίδωσιν.

οὐ μὴν πολὺν χρόνον ὁ Κάλλιππος ἔγκλημα τῆς τύχης καί τῶν θεῶν περιῆν, ὡς περιορώντων ἐξ ἀσεβήματος ἄνθρωπον τηλικούτου κτώμενον ἡγεμονίας καί πράγματα· ταχὺ δʼ ἀξίαν δίκην ἔδωκεν.

ὁρμήσας μὲν γὰρ

p.122
Κατάνην λαβεῖν, εὐθὺς ἀπέβαλε τὰς Συρακούσας ὅτε καί φασιν αὐτὸν εἰπεῖν ὅτι πόλιν ἀπολωλεκὼς τυρόκνηστιν εἴληφεν.