Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὕτω παρεῖχεν ἑαυτὸν ἐσθῆτι καὶ θεραπείᾳ καὶ τραπέζῃ μέτριον, ὥσπερ ἐν Ἀκαδημείᾳ συσσιτῶν μετὰ Πλάτωνος, οὐκ ἐν ξεναγοῖς καὶ μισθοφόροις διαιτώμενος, οἷς αἱ καθʼ ἑκάστην ἡμέραν πλησμοναὶ καὶ ἀπολαύσεις παραμυθία τῶν πόνων καὶ τῶν κινδύνων εἰσίν.

ἀλλʼ ἐκείνῳ μὲν Πλάτων ἔγραφεν ὡς πρὸς ἕνα νῦν τῆς οἰκουμένης τοῦτον ἅπαντες ἀποβλέπουσιν, αὐτὸς δὲ ἐκεῖνος, ὡς ἔοικεν, ἀφεώρα πρὸς ἓν χωρίον μιᾶς πόλεως, τὴν Ἀκαδήμειαν, καὶ τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστὰς ἐγίνωσκεν οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας, ἀλλὰ μόνον εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται καὶ παρέχει μέτριον ἑαυτὸν ἐν πράγμασι μεγάλοις ἀποσκοποῦντας.

τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων, καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν.

ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.

ὁ γὰρ Ἡρακλείδης αὖθις ἐπέκειτο· καὶ πρῶτον μὲν εἰς συνέδριον παρακαλούμενος οὐκ ἐβούλετο βαδίζειν ἰδιώτης γὰρ ὢν μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν.

ἔπειτα κατηγόρει

p.112
τοῦ Δίωνος ὅτι τὴν ἄκραν οὐ κατέσκαψε καὶ τῷ δήμῳ τὸν Διονυσίου τάφον ὡρμημένῳ λῦσαι καὶ τὸν νεκρὸν ἐκβαλεῖν οὐκ ἐπέτρεψε, μεταπέμπεται δὲ ἐκ Κορίνθου συμβούλους καὶ συνάρχοντας, ἀπαξιῶν τοὺς πολίτας.

τῷ δʼ ὄντι μετεπέμπετο τοὺς Κορινθίους ὁ Δίων, ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν ἐκείνων παραγενομένων.

ἐπενόει δὲ τὴν μὲν ἄκρατον δημοκρατίαν, ὡς οὐ πολιτείαν, ἀλλὰ παντοπώλιον οὖσαν πολιτειῶν, κατὰ τὸν Πλάτωνα, κωλύειν, Λακωνικὸν δέ τι καὶ Κρητικὸν σχῆμα μιξάμενος ἐκ δήμου καὶ βασιλείας, ἀριστοκρατίαν ἔχον τὴν ἐπιστατοῦσαν καὶ βραβεύουσαν τὰ μέγιστα, καθιστάναι καὶ κοσμεῖν, ὁρῶν καὶ τοὺς Κορινθίους ὀλιγαρχικώτερόν τε πολιτευομένους καὶ μὴ πολλὰ τῶν κοινῶν ἐν τῷ δήμῳ πράττοντας.

ὡς οὖν μάλιστα πρὸς ταῦτα τὸν Ἡρακλείδην ἐναντιώσεσθαι προσεδόκα, καὶ τἆλλα ταραχώδης καὶ εὐμετάθετος καὶ στασιαστικὸς ἦν, οὓς πάλαι βουλομένους αὐτὸν ἐκώλυεν ἀνελεῖν, τούτοις ἐπέτρεψε τότε· καὶ παρελθόντες εἰς τὴν οἰκίαν ἀποκτιννύουσιν αὐτόν.

ἐλύπησε δὲ σφόδρα τοὺς Συρακουσίους ἀποθανών. ὅμως δὲ τοῦ Δίωνος ταφάς τε λαμπρὰς παρασκευάσαντος καὶ μετὰ τοῦ στρατεύματος ἑπομένου προπέμψαντος τὸν νεκρόν, εἶτα διαλεχθέντος αὐτοῖς, συνέγνωσαν ὡς οὐ δυνατὸν ἦν ταρασσομένην παύσασθαι τὴν πόλιν Ἡρακλείδου καὶ Δίωνος ἅμα πολιτευομένων.

p.114