Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὅπου γὰρ ἔτι νῦν τῶν λεγομένων κατὰ τῆς τύχης παραδειγμάτων ἐμφανέστατόν ἐστι καὶ μέγιστον ἡ Διονυσίου φυγή, τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι καὶ πηλίκον φρονῆσαι τοὺς τὴν μεγίστην τῶν πώποτε τυραννίδων καθελόντας ἐλαχίσταις ἀφορμαῖς;

ἐκπλεύσαντος δὲ τοῦ Ἀπολλοκράτους, καὶ τοῦ Δίωνος εἰς τὴν ἀκρόπολιν βαδίζοντος, οὐκ ἐκαρτέρησαν αἱ γυναῖκες οὐδʼ ἀνέμειναν εἰσελθεῖν

p.108
αὐτόν, ἀλλʼ ἐπὶ τὰς θύρας ἐξέδραμον, ἡ μὲν Ἀριστομάχη τὸν υἱὸν ἄγουσα τοῦ Δίωνος, ἡ δʼ Ἀρετὴ κατόπιν εἵπετο δακρύουσα, καὶ διαποροῦσα πῶς ἀσπάσηται καὶ προσείπῃ τὸν ἄνδρα κοινωνίας αὐτῇ πρὸς ἕτερον γεγενημένης.

ἀσπασαμένου δʼ αὑτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, ἡ Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, ἠτυχοῦμεν, ὦ Δίων, ἔφη, σοῦ φεύγοντος·

ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης, ἣν ἐπεῖδον ἡ δυστυχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν.

ὅτε οὖν σὲ κύριον ἡμῶν ἡ τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον ἢ καὶ ὡς ἄνδρα σε ἀσπάσεται;

τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης ὁ Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα· καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος.

οὕτω δὲ τῶν πραγμάτων αὐτῷ προκεχωρηκότων οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα, τῇ μεγαλοψυχίᾳ τὴν δύναμιν ὑπερβαλλόμενος,