Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁ δὲ Διονύσιος κρύφα τοῦ Πόλλιδος ἐποιήσατο δέησιν μάλιστα μὲν ἀποκτεῖναι τὸν ἄνδρα κατὰ πλοῦν, εἰ δὲ μή, πάντως ἀποδόσθαι· βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλʼ εὐδαιμονήσειν ὁμοίως, δίκαιον ὄντα, κἂν δοῦλος γένηται.

διὸ καὶ λέγεται Πόλλις εἰς Αἴγιναν φέρων ἀποδόσθαι Πλάτωνα, πολέμου πρὸς Ἀθηναίους ὄντος αὐτοῖς καὶ ψηφίσματος ὅπως ὁ ληφθεὶς Ἀθηναίων ἐν Αἰγίνῃ πιπράσκηται.

οὐ μὴν ὅ γε Δίων ἔλαττον εἶχε παρὰ τῷ Διονυσίῳ τιμῆς ἢ πίστεως, ἀλλὰ πρεσβείας τε τὰς μεγίστας διῴκει καὶ πεμπόμενος πρὸς

p.12
Καρχηδονίους ἐθαυμάσθη διαφερόντως· καὶ τὴν παρρησίαν ἔφερεν αὐτοῦ μόνου σχεδόν ἀδεῶς λέγοντος τὸ παριστάμενον, ὡς καὶ τὴν περὶ Γέλωνος ἐπίπληξιν.

χλευαζομένης γὰρ, ὡς ἔοικε, τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος, οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, ὁ δὲ Δίων δυσχεράνας, καὶ μὴν, ἔφη, σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς· διὰ σὲ δὲ οὐδεὶς ἕτερος πιστευθήσεται.

τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.