Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀποδεξαμένων δὲ τῶν ἀρίστων καὶ χειροτονεῖν κελευόντων ἐθορύβησεν ὁ ναυτικὸς ὄχλος καὶ βάναυσος, ἀχθόμενος ἐκπίπτοντι τῆς ναυαρχίας τῷ Ἡρακλείδῃ, καὶ νομίζων αὐτόν, εἰ καὶ τἆλλα μηδενὸς ἄξιός ἐστι, δημοτικώτερόν γε πάντως εἶναι τοῦ Δίωνος καὶ μᾶλλον ὑπὸ χεῖρα τοῖς πολλοῖς.

ὁ δὲ Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖς καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸς δὲ τῆς γῆς καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοις ἐναντιωθείς καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσας ἐλύπησεν.

ὅθεν εὐθὺς ἑτέραν ἀρχὴν λαβὼν ὁ Ἡρακλείδης τοὺς συνεκπλεύσαντας μετʼ αὐτοῦ στρατιώτας καὶ ναύτας ἐν Μεσσήνῃ καθήμενος ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνος ὡς τυραννεῖν μέλλοντος· αὐτὸς δὲ πρὸς Διονύσιον ἐποιεῖτο συνθήκας κρύφα διὰ Φάρακος τοῦ Σπαρτιάτου.

καὶ τοῦτο τῶν γνωριμωτάτων Συρακουσίων ὑπονοησάντων, στάσις ἦν ἐν τῷ στρατοπέδῳ καὶ διʼ αὐτὴν ἀπορία καὶ σπάνις ἐν ταῖς Συρακούσαις,

ὥστε παντάπασιν ἀμηχανεῖν τὸν Δίωνα καὶ κακῶς ἀκούειν ὑπὸ τῶν φίλων οὕτω δυσμεταχείριστον ἄνθρωπον καὶ διεφθαρμένον ὑπὸ φθόνου καὶ πονηρίας αὐξήσαντα καθʼ αὑτοῦ τὸν Ἡρακλείδην.

Φάρακος δὲ πρὸς Νέᾳ πόλει τῆς Ἀκραγαντίνης στρατοπεδεύοντος, ἐξαγαγὼν τοὺς Συρακουσίους ἐβούλετο μὲν ἐν ἑτέρῳ καιρῷ διαγωνίσασθαι πρὸς αὐτόν, Ἡρακλείδου δὲ καὶ τῶν

p.104
ναυτῶν καταβοώντων ὡς οὐ βούλεται μάχῃ κρῖναι τὸν πόλεμον Δίων, ἀλλʼ ἀεὶ μένοντος ἄρχειν, ἀναγκασθεὶς συνέβαλε καὶ ἡττήθη.