Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν δὲ ταῖς Συρακούσαις τῶν Διονυσίου στρατηγῶν, ἄχρι μὲν ἦν ἡμέρα, πολλὰ κακὰ τὴν πόλιν ἐργασαμένων, γενομένης δὲ νυκτὸς ἀναχωρησάντων εἰς τὴν ἀκρόπολιν καί τινας ἐξ ἑαυτῶν ὀλίγους ἀποβαλόντων,

ἀναθαρρήσαντες οἱ δημαγωγοὶ τῶν Συρακουσίων, καί τοὺς πολεμίους ἐλπίσαντες ἀτρεμήσειν ἐπὶ τοῖς διαπεπραγμένοις, παρεκάλουν τοὺς πολίτας αὖθις ἐᾶν Δίωνα, κἂν προσίῃ μετὰ τῶν ξένων, μὴ δέχεσθαι μηδὲ παραχωρεῖν τῆς ἀρετῆς ἐκείνοις ὡς κρείττοσιν, ἀλλὰ σῴζειν τὴν πόλιν καί τὴν ἐλευθερίαν αὐτοὺς διʼ ἑαυτῶν.

πάλιν οὖν ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καί τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες τὴν πορείαν.

καί διὰ τοῦτο βραδέως ἅμα καί κατὰ σπουδὴν πορευόμενος προσῄει.