Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

εἰ δὲ μεμφόμενοι Συρακουσίοις ὑπερόψεσθε, τῆς γε πρότερον ἀρετῆς καὶ προθυμίας περὶ ἐμὲ χάριν ἀξίαν κομίζοισθε παρὰ τῶν θεῶν, μεμνημένοι Δίωνος, ὡς οὔθʼ ὑμᾶς ἀδικουμένους πρότερον οὔθʼ ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος.

ἔτι δʼ αὐτοῦ λέγοντος οἱ μὲν ξένοι μετὰ κραυγῆς ἀνεπήδησαν ἄγειν καὶ βοηθεῖν κατὰ τάχος κελεύοντες, οἱ δὲ πρέσβεις τῶν Συρακουσίων περιβαλόντες ἠσπάσαντο πολλὰ μὲν ἐκείνῳ, πολλὰ δὲ τοῖς ξένοις ἀγαθὰ παρὰ τῶν θεῶν εὐχόμενοι.

p.92

καταστάντος δὲ τὸν θορύβου παρήγγειλεν ὁ Δίων εὐθὺς ἀπιόντας παρασκευάζεσθαι καὶ δειπνήσαντας ἥκειν μετὰ τῶν ὅπλων εἰς αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐγνωκὼς διὰ νυκτὸς βοηθεῖν.

ἐν δὲ ταῖς Συρακούσαις τῶν Διονυσίου στρατηγῶν, ἄχρι μὲν ἦν ἡμέρα, πολλὰ κακὰ τὴν πόλιν ἐργασαμένων, γενομένης δὲ νυκτὸς ἀναχωρησάντων εἰς τὴν ἀκρόπολιν καί τινας ἐξ ἑαυτῶν ὀλίγους ἀποβαλόντων,

ἀναθαρρήσαντες οἱ δημαγωγοὶ τῶν Συρακουσίων, καί τοὺς πολεμίους ἐλπίσαντες ἀτρεμήσειν ἐπὶ τοῖς διαπεπραγμένοις, παρεκάλουν τοὺς πολίτας αὖθις ἐᾶν Δίωνα, κἂν προσίῃ μετὰ τῶν ξένων, μὴ δέχεσθαι μηδὲ παραχωρεῖν τῆς ἀρετῆς ἐκείνοις ὡς κρείττοσιν, ἀλλὰ σῴζειν τὴν πόλιν καί τὴν ἐλευθερίαν αὐτοὺς διʼ ἑαυτῶν.

πάλιν οὖν ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καί τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες τὴν πορείαν.