Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἤδη δὲ καὶ τῶν Λεοντίνων τινὲς ἀπήντων καὶ τῶν Πελοποννησίων ἡθροίζοντο πρὸς τὸν Δίωνα πολλοί, τῇ σπουδῇ καὶ τῇ δεήσει τῶν ἀνδρῶν ὑπονοοῦντες εἶναί τι καινότερον.

εὐθὺς οὖν ἡγεῖτο πρὸς τὴν ἐκκλησίαν αὐτοῖς, καὶ συνδραμόντων προθύμως οἱ περὶ τὸν Ἀρχωνίδην καὶ τὸν Ἑλλάνικον εἰσελθόντες ἐξήγγειλάν τε βραχέως τὸ μέγεθος τῶν κακῶν, καὶ παρεκάλουν τοὺς ξένους ἐπαμῦναι

p.90
τοῖς Συρακουσίοις, τὸ μνησικακεῖν ἀφέντας, ὡς μείζονα δίκην δεδωκότων αὐτῶν ἢ λαβεῖν ἂν οἱ κακῶς πεπονθότες ἠξίωσαν.

παυσαμένων δὲ τούτων σιγὴ μὲν εἶχε πολλὴ τὸ θέατρον ἀναστάντος δὲ τοῦ Δίωνος καὶ λέγειν ἀρξαμένου πολλὰ τῶν δακρύων ἐκπίπτοντα τὴν φωνὴν ἐπέσχεν· οἱ δὲ ξένοι παρεκάλουν θαρρεῖν καὶ συνήχθοντο.