Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

εὐθὺς οὖν ἐκπέμπουσι πρὸς αὐτὸν ἀπὸ μὲν τῶν συμμάχων Ἀρχωνίδην καὶ Τελεσίδην, ἀπὸ δὲ τῶν ἱππέων πέντε τοὺς περὶ Ἑλλάνικον.

οὗτοι διελάσαντες τὴν ὁδὸν ἵπποις ἀπὸ ῥυτῆρος ἧκον εἰς Λεοντίνους τῆς ἡμέρας ἤδη καταφερομένης.

ἀποπηδήσαντες δὲ τῶν ἵππων καὶ τῷ Δίωνι πρώτῳ προσπεσόντες δεδακρυμένοι τὰς συμφορὰς τῶν Συρακοσίων ἔφραζον.

ἤδη δὲ καὶ τῶν Λεοντίνων τινὲς ἀπήντων καὶ τῶν Πελοποννησίων ἡθροίζοντο πρὸς τὸν Δίωνα πολλοί, τῇ σπουδῇ καὶ τῇ δεήσει τῶν ἀνδρῶν ὑπονοοῦντες εἶναί τι καινότερον.