Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὕτω δὲ τῶν κατὰ τὴν πόλιν ἐχόντων καὶ τοῦ κινδύνου πρὸς τὴν Ἀχραδινὴν πλησιάζοντος, εἰς ὃν μόνον ἦν καὶ λοιπὸν ἀπερείσασθαι τὴν ἐλπίδα πάντες μὲν ἐφρόνουν, ἔλεγε δὲ οὐδείς, αἰσχυνόμενοι τὴν ἀχαριστίαν καὶ τὴν ἀβουλίαν τὴν πρὸς Δίωνα.

πλήν γε δὴ τῆς ἀνάγκης ἐκβιαζομένης παρὰ τῶν συμμάχων καὶ τῶν ἱππέων γίνεται φωνὴ καλεῖν Δίωνα καὶ μεταπέμπεσθαι τοὺς Πελοποννησίους ἐκ Λεοντίνων.

ὡς δὲ πρῶτον ἠκούσθη καὶ ἀπετολμήθη τοῦτο, κραυγὴ καὶ χαρὰ καὶ δάκρυα τοὺς Συρακουσίους κατεῖχεν εὐχομένους ἐπιφανῆναι τὸν ἄνδρα καὶ ποθοῦντας τὴν ὄψιν αὐτοῦ καὶ μεμνημένους τῆς παρὰ τὰ δεινὰ ῥώμης καὶ προθυμίας, ὡς οὐ μόνον αὐτὸς ἦν ἀνέκπληκτος, ἀλλὰ κἀκείνους παρεῖχε θαρροῦντας καὶ ἀδεῶς τοῖς πολεμίοις συμφερομένους.

εὐθὺς οὖν ἐκπέμπουσι πρὸς αὐτὸν ἀπὸ μὲν τῶν συμμάχων Ἀρχωνίδην καὶ Τελεσίδην, ἀπὸ δὲ τῶν ἱππέων πέντε τοὺς περὶ Ἑλλάνικον.

οὗτοι διελάσαντες τὴν ὁδὸν ἵπποις ἀπὸ ῥυτῆρος ἧκον εἰς Λεοντίνους τῆς ἡμέρας ἤδη καταφερομένης.

ἀποπηδήσαντες δὲ τῶν ἵππων καὶ τῷ Δίωνι πρώτῳ προσπεσόντες δεδακρυμένοι τὰς συμφορὰς τῶν Συρακοσίων ἔφραζον.