Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οἱ δὲ ταῦτα μὲν οὐ προσεδέξαντο, τὸν δὲ Δίωνα πιστῶς καὶ προθύμως μετὰ τῶν ὅπλων ἀναλαβόντες καὶ συμφράξαντες ὑπῆγον ἐκ τῆς πόλεως, ἀδικοῦντες μὲν οὐδένα, πολλὰ δὲ τοὺς ἐντυγχάνοντας εἰς ἀχαριστίαν καὶ μοχθηρίαν ὀνειδίζοντες.

οἱ δὲ τῆς ὀλιγότητος αὐτῶν καὶ τοῦ μὴ προεπιχειρεῖν καταφρονήσαντες, καὶ γενόμενοι πολὺ πλείους ἐκείνων, ἐφώρμησαν ὡς ῥᾳδίως ἐπικρατήσοντες ἐν τῇ πόλει καὶ πάντας αὐτοὺς κατακτενοῦντες.

ἐν τούτῳ δὲ γεγονὼς ἀνάγκης καὶ τύχης ὁ Δίων ἢ μάχεσθαι τοῖς πολίταις ἢ μετὰ τῶν ξένων ἀποθανεῖν, πολλὰ μὲν ἱκέτευεν ὀρέγων τὰς χεῖρας τοῖς Συρακουσίοις καὶ τὴν ἀκρόπολιν

p.84
περίπλεων πολεμίων οὖσαν ὑπερφαινομένων τὰ τείχη καὶ τὰ γενόμενα καθορώντων ἐπιδεικνύμενος·