Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

βουλόμενος δὲ καὶ διʼ

p.62
ἑαυτοῦ προσαγορεῦσαι τοὺς ἀνθρώπους ἀνῄει διὰ τῆς Ἀχραδινῆς, ἑκατέρωθεν παρὰ τὴν ὁδὸν τῶν Συρακουσίων ἱερεῖα καὶ τραπέζας καὶ κρατῆρας ἱστάντων, καὶ καθʼ οὓς γένοιτο προχύταις τε βαλλόντων καὶ προστρεπομένων ὥσπερ θεὸν κατευχαῖς.

ἦν δʼ ὑπὸ τὴν ἀκρόπολιν καὶ τὰ Πεντάπυλα, Διονυσίου κατασκευάσαντος, ἡλιοτρόπιον καταφανὲς καὶ ὑψηλόν. ἐπὶ τοῦτο προβὰς ἐδημηγόρησε καὶ παρώρμησε τοὺς πολίτας ἀντέχεσθαι τῆς ἐλευθερίας.

οἱ δὲ χαίροντες καὶ φιλοφρονούμενοι κατέστησαν ἀμφοτέρους αὐτοκράτορας στρατηγούς, καὶ προσείλοντο, βουλομένων καὶ δεομένων ἐκείνων, αὐτοῖς συνάρχοντας εἴκοσιν, ὧν ἡμίσεις ἦσαν ἐκ τῶν μετὰ Δίωνος ἀπὸ τῆς φυγῆς συγκατερχομένων.

τοῖς δὲ μάντεσιν αὖθις ἐδόκει τὸ μὲν ὑπὸ πόδας λαβεῖν τὸν Δίωνα δημηγοροῦντα τὴν φιλοτιμίαν καὶ τὸ ἀνάθημα τοῦ τυράννου λαμπρὸν εἶναι σημεῖον ὅτι δʼ ἡλιοτρόπιον ἦν ἐφʼ οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν.

ἐκ τούτου τὰς μὲν Ἐπιπολὰς ἑλὼν τοὺς καθειργμένους τῶν πολιτῶν ἔλυσε, τὴν δὲ ἀκρόπολιν ἀπετείχισεν.