Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τῆς δὲ νυκτὸς μέρος ὁδεύσας καὶ μικρὸν ἀποδαρθεῖν ὑπὸ κόπου βιασθείς, ὡς εἶχε, παρὰ τὴν ὁδὸν ἐν ὕλῃ τινὶ κατέκλινεν ἑαυτόν.

πρὸς δὲ τὴν ὀσμὴν λύκος ἐπελθὼν, καὶ λαβόμενος τῶν κρεῶν ἀναδεδεμένων ἐκ τῆς πήρας, ᾤχετο φέρων ἅμα σὺν αὐτοῖς τὴν πήραν, ἐν ᾗ τὰς ἐπιστολὰς ὁ ἄνθρωπος εἶχεν.

p.58

ὡς δὲ διεγερθεὶς ᾔσθετο καὶ πολλὰ μάτην πλανηθεὶς καὶ διώξας οὐχ εὗρεν, ἔγνω μὴ πορεύεσθαι δίχα τῶν γραμμάτων πρὸς τὸν τύραννον, ἀλλʼ ἀποδρὰς ἐκποδὼν γενέσθαι.

Διονύσιος μὲν οὖν ὀψὲ καὶ παρʼ ἑτέρων ἔμελλε πυνθάνεσθαι τὸν ἐν Σικελίᾳ πόλεμον, Δίωνι δὲ πορευομένῳ Καμαριναῖοί τε προσέθεντο καὶ τῶν κατʼ ἀγροὺς Συρακουσίων ἀνισταμένων ἐπέρρει πλῆθος οὐκ ὀλίγον.