Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὅπλα

p.52
δέ, χωρὶς ὧν εἶχον οἱ στρατιῶται, δισχιλίας μὲν ἐκόμιζεν ἀσπίδας, βέλη δὲ καὶ δόρατα πολλὰ, καὶ πλῆθος ἐφοδίων ἄφθονον, ὅπως ἐπιλίπῃ μηδὲν αὐτοὺς ποντοποροῦντας, ἅτε δὴ τὸ σύμπαν ἐπὶ πνεύμασι καὶ θαλάσσῃ πεποιημένους τὸν πλοῦν διὰ τὸ τὴν γῆν φοβεῖσθαι καὶ πυνθάνεσθαι Φίλιστον ἐν Ἰαπυγίᾳ ναυλοχοῦντα παραφυλάττειν.

ἀραιῷ δὲ καὶ μαλακῷ πνεύματι πλεύσαντες ἡμέρας δώδεκα, τῇ τρισκαιδεκάτῃ κατὰ Πάχυνον ἦσαν, ἄκραν τῆς Σικελίας.

καὶ Πρῶτος μὲν ὁ κυβερνήτης κατὰ τάχος ἐκέλευσεν ἀποβαίνειν, ὡς, ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους, ὥρᾳ θέρους νότον περιμένοντας.

Δίων δὲ τὴν ἐγγὺς τῶν πολεμίων ἀπόβασιν δεδιὼς καὶ τῶν πρόσω μᾶλλον ἅψασθαι βουλόμενος παρέπλευσε τὸν Πάχυνον.