Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

κατὰ μικρὸν δὲ ῥωννυμένου τοῦ πνεύματος καὶ μέγεθος λαμβάνοντος ἐκτείναντες ὅσον ἦν ἱστίων, καὶ προσευξάμενοι τοῖς θεοῖς, πελάγιοι πρὸς τὴν Σικελίαν ἔφευγον ἀπὸ τῆς Λιβύης·

καὶ θέοντες ἐλαφρῶς πεμπταῖοι κατὰ Μίνῳαν ὡρμίσαντο, πολισμάτιον ἐν τῇ Σικελίᾳ τῆς Καρχηδονίων ἐπικρατείας.

ἔτυχε δὲ παρὼν ὁ Καρχηδόνιος ἄρχων Σύναλος ἐν τῷ χωρίῳ, ξένος ὢν καὶ φίλος Δίωνος. ἀγνοῶν δὲ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν στόλον, ἐπειρᾶτο κωλύειν τοὺς στρατιώτας ἀποβαίνοντας.

οἱ δὲ μετὰ τῶν ὅπλων ἐκδραμόντες ἀπέκτειναν μὲν οὐδένα, ἀπειρήκει γὰρ ὁ Δίων διὰ τὴν οὖσαν αὐτῷ φιλίαν πρὸς τὸν Καρχηδόνιον, φεύγουσι δὲ συνεισπεσόντες αἱροῦσι τὸ χωρίον.

ὡς δʼ ἀπήντησαν ἀλλήλοις οἱ ἡγεμόνες καὶ ἠσπάσαντο, Δίων μὲν ἀπέδωκε τὴν πόλιν Συνάλῳ, οὐδὲν ἀδικήσας, Σύναλος δὲ τοὺς στρατιώτας ἐξένιζε καὶ συμπαρεσκεύαζεν ὧν Δίων ἐδεῖτο.