Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

τοῦτο μὲν οὖν ὁ Μιλτᾶς εἰς μέσον ἐξέθηκε πᾶσι τὸ δὲ τῶν μελισσῶν, αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίᾳ πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δʼ ὀλίγον ἀνθήσασαι μαρανθῶσι.

λέγεται δὲ καὶ τῷ Διονυσίῳ πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα.

ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν·

ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι.