Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ὁρμητήριον δʼ ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν, καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι, καὶ δυνάμενοι πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.

οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν, ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις· καὶ τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ξενολόγοις ὠργίζοντο μὴ προειποῦσιν εὐθὺς ἐξ ἀρχῆς τὸν πόλεμον.

ἐπεὶ δὲ Δίων τῷ λόγῳ τὰ σαθρὰ τῆς τυραννίδος ἐπεξιὼν ἐδίδασκεν, ὡς οὐ

p.48
στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι Συρακουσίων καὶ τῶν ἄλλων Σικελιωτῶν πάλαι πρὸς ἀπόστασιν ἑτοίμων ὑπαρχόντων, μετὰ δὲ τὸν Δίωνα διαλεχθέντος αὐτοῖς Ἀλκιμένους, ὃς πρῶτος ὢν Ἀχαιῶν δόξῃ καὶ γένει συνεστράτευεν, ἐπείσθησαν.

ἦν μὲν οὖν θέρους ἀκμή καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε. τῷ δʼ Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν·