Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

συνέπραττον δὲ καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων, ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος.

συνέστησαν δὲ καὶ Μιλτᾶν αὐτῷ τὸν Θεσσαλόν, ἄνδρα μάντιν καὶ μετεσχηκότα τῆς ἐν Ἀκαδημείᾳ διατριβῆς.

τῶν δʼ ὑπὸ τοῦ τυράννου πεφυγαδευμένων, οὐ μεῖον ἢ χιλίων ὄντων, πέντε καὶ εἴκοσι μόνοι τῆς στρατείας ἐκοινώνησαν, οἱ δʼ ἄλλοι προὔδοσαν ἀποδειλιάσαντες.

ὁρμητήριον δʼ ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν, καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι, καὶ δυνάμενοι πλῆθος ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων ὑπεκκαῦσαι καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.