Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ τότε μὲν ἔτι πολλῶν ἐλπίδων οὐσῶν πρὸς τὰς διαλύσεις οὐδὲν ἔπραξε περὶ τὴν ἀδελφὴν νεώτερον, ἀλλʼ εἴα μένειν αὐτὴν μετὰ τοῦ παιδίου τοῦ Δίωνος οἰκοῦσαν.

ἐπεὶ δὲ παντάπασιν ἀσυμβάτως εἶχε καὶ Πλάτων αὖθις ἐλθὼν ἀπεπέμφθη πρὸς ἀπέχθειαν, οὕτω τὴν Ἀρετὴν ἄκουσαν ἑνὶ τῶν φίλων Τιμοκράτει δίδωσιν, οὐ μιμησάμενος τὴν κατά γε τοῦτο τοῦ πατρὸς ἐπιείκειαν.

ἐγεγόνει γὰρ, ὡς ἔοικε, κἀκείνῳ Πολύξενος ὁ τὴν ἀδελφὴν ἔχων αὐτοῦ Θέστην πολέμιος,

p.44
ἀποδράντος οὖν αὐτοῦ διὰ φόβον καὶ φυγόντος ἐκ Σικελίας μεταπεμψάμενος ᾐτιᾶτο τὴν ἀδελφήν, ὅτι συνειδυῖα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐ κατεῖπε πρὸς αὐτόν.

ἡ δʼ ἀνεκπλήκτως καὶ νὴ Δίʼ ἀφόβως· εἶθʼ οὕτω σοι δοκῶ, Διονύσιε, φαύλη γυνὴ γεγονέναι καὶ ἄνανδρος ὥστε προγνοῦσα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐκ ἂν συνεκπλεῦσαι καὶ μετασχεῖν τῆς αὐτῆς τύχης; ἀλλʼ οὐ προέγνων ἐπεὶ καλῶς εἶχέ μοι μᾶλλον Πολυξένου γυναῖκα φεύγοντος

paris.1624.967
ἢ σοῦ τυραννοῦντος ἀδελφὴν λέγεσθαι.

ταῦτα τῆς Θέστης παρρησιασαμένης θαυμάσαι λέγουσι τὸν τύραννον.ἐθαύμασαν δὲ καὶ οἱ Συρακούσιοι τὴν ἀρετὴν τῆς γυναικός, ὥστε καὶ μετὰ τὴν κατάλυσιν τῆς τυραννίδος ἐκείνῃ τιμὴν καὶ θεραπείαν βασιλικὴν ὑπάρχειν, ἀποθανούσης δὲ δημοσίᾳ πρὸς τὴν ταφὴν ἐπακολουθῆσαι τοὺς πολίτας. ταῦτα μὲν οὖν οὐκ ἄχρηστον ἔχει τὴν παρέκβασιν.

ὁ δὲ Δίων ἐντεῦθεν ἤδη τρέπεται πρὸς πόλεμον, αὐτοῦ μὲν Πλάτωνος ἐκποδὼν ἱσταμένου διʼ αἰδῶ τῆς πρὸς Διονύσιον ξενίας καὶ γῆρας, Σπευσίππου δὲ καὶ τῶν ἄλλων ἑταίρων τῷ Δίωνι συλλαμβανόντων καὶ παρακελευομένων ἐλευθεροῦν Σικελίαν χεῖρας ὀρέγουσαν αὐτῷ καὶ προθύμως ὑποδεχομένην.

ὅτε γὰρ ἐν Συρακούσαις Πλάτων διέτριβεν, οἱ περὶ Σπεύσιππον, ὡς ἔοικε, μᾶλλον ἀναμιγνύμενοι τοῖς ἀνθρώποις κατεμάνθανον τὴν διάνοιαν αὐτῶν,

καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δʼ ἐπίστευσαν. ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδʼ

p.46
ὁπλίτας μηδʼ ἵππους, ἀλλʼ αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα Σικελιώταις ἐπὶ τὸν Διονύσιον.