Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὕτω δὲ διακειμένων πρὸς ἀλλήλους καὶ λανθάνειν

p.40
πάντας οἰομένων. ἑλίκων ὁ Κυζικηνός εἷς τῶν Πλάτωνος συνήθων ἡλίου προεῖπεν ἔκλειψιν καὶ γενομένης ὡς προεῖπε, θαυμασθεὶς ὑπὸ τοῦ τυράννου δωρεὰν ἔλαβεν ἀργυρίου τάλαντον.

Ἀρίστιππος δὲ παίζων πρὸς τοὺς ἄλλους φιλοσόφους ἔφη τι καὶ αὐτὸς ἔχειν τῶν παραδόξων προειπεῖν. ἐκείνων δὲ φράσαι δεομένων, προλέγω τοίνυν, εἶπεν, ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους.

τέλος δὲ τὴν μ?ὲν οὐσίαν τοῦ Δίωνος ὁ Διονύσιος ἐπώλει καὶ τὰ χρήματα κατεῖχε, Πλάτωνα δʼ ἐν τῷ περὶ τὴν οἰκίαν κήπῳ διαιτώμενον εἷς τοὺς μισθοφόρους μετέστησε πάλαι μισοῦντας αὐτὸν καὶ ζητοῦντας ἀνελεῖν ὡς πείθοντα Διονύσιον ἀφεῖναι τὴν τυραννίδα καὶ ζῆν ἀδορυφόρητον,

ἐν τοιούτῳ δὲ κινδύνῳ γενομένου τοῦ Πλάτωνος οἱ περὶ Ἀρχύταν πυθόμενοι ταχὺ πέμπουσι πρεσβείαν καὶ τριακόντορον, ἀπαιτοῦντες τὸν ἄνδρα παρὰ Διονυσίου καὶ λέγοντες ὡς αὐτοὺς λαβὼν ἀναδόχους τῆς ἀσφαλείας πλεύσειεν εἰς Συρακούσας.

ἀπολεγομένου δὲ τοῦ Διονυσίου τὴν ἔχθραν ἑστιάσεσι καὶ φιλοφροσύναις περὶ τὴν προπομπήν, ἓν δέ τι προαχθέντος πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν· ἦ που, Πλάτων, πολλὰ καὶ δεινὰ κατηγορήσεις ἡμῶν πρὸς τοὺς συμφιλοσοφοῦντας·

ὑπομειδιάσας ἐκεῖνος ἀπεκρίνατο μὴ τοσαύτη λόγων ἐν Ἀκαδημείᾳ γένοιτο σπάνις ὥστε σοῦ τινα μνημονεῦσαι.

τοιαύτην μὲν τὴν ἀποστολὴν τοῦ Πλάτωνος γενέσθαι λέγουσιν· οὐ μέντοι τὰ Πλάτωνος αὐτοῦ πάνυ τούτοις συνᾴδει.

p.42

Δίων δὲ καὶ τούτοις ἐχαλέπαινε, καὶ μετʼ ὀλίγον χρόνον ἐξεπολεμώθη παντάπασι πυθόμενος τὸ περὶ τὴν γυναῖκα, περὶ οὗ καὶ Πλάτων ᾐνίξατο γράφων πρὸς Διονύσιον, ἦν δὲ τοιοῦτον.