Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐλθὼν δὲ μεγάλης μὲν αὐτὸν ἐνέπλησε χαρᾶς, μεγάλης δὲ πάλιν ἐλπίδος Σικελίαν, συνευχομένην καὶ συμφιλοτιμουμένην Πλάτωνα μὲν Φιλίστου περιγενέσθαι, φιλοσοφίαν δὲ τυραννίδος.

ἦν δὲ πολλὴ μὲν τῶν γυναικῶν σπουδὴ περὶ αὐτόν,

ἐξαίρετος δὲ παρὰ τῷ Διονυσίῳ πίστις, ἣν οὐδεὶς ἄλλος εἶχεν, ἀδιερεύνητον αὐτῷ πλησιάζειν. δωρεὰς δὲ χρημάτων πολλῶν καὶ πολλάκις τοῦ μὲν διδόντος, τοῦ δὲ μὴ δεχομένου, παρὼν Ἀρίστιππος ὁ Κυρηναῖος ἀσφαλῶς ἔφη μεγαλόψυχον εἶναι Διονύσιον· αὐτοῖς μὲν γὰρ μικρὰ διδόναι πλειόνων δεομένοις, Πλάτωνι δὲ πολλὰ μηδὲν λαμβάνοντι.

μετὰ δὲ τὰς πρώτας φιλοφροσύνας, ἀρξαμένου Πλάτωνος ἐντυγχάνειν περὶ Δίωνος,