Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

αὐτός τε σαφῶς καὶ διαρρήδην ἔγραψεν ὡς οὐδὲν ἂν γένοιτο τῶν μετρίων Δίωνι μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα.

πολλαὶ δʼ ἀφίκοντο πρὸς Δίωνα παρὰ τῆς ἀδελφῆς καὶ γυναικὸς ἐπισκήψεις, δεῖσθαι Πλάτωνος ὑπακοῦσαι Διονυσίῳ καὶ μὴ πρόφασιν παρασχεῖν.

οὕτω

p.38
μὲν δή φησιν ὁ Πλάτων ἐλθεῖν τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ Σκύλλαν,[*](Σκύλλαν as in Plato, Epist. vii. p. 346; Coraës retains the Σικελίαν of the MSS.)
ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσειε Χάρυβδιν.

ἐλθὼν δὲ μεγάλης μὲν αὐτὸν ἐνέπλησε χαρᾶς, μεγάλης δὲ πάλιν ἐλπίδος Σικελίαν, συνευχομένην καὶ συμφιλοτιμουμένην Πλάτωνα μὲν Φιλίστου περιγενέσθαι, φιλοσοφίαν δὲ τυραννίδος.

ἦν δὲ πολλὴ μὲν τῶν γυναικῶν σπουδὴ περὶ αὐτόν,

ἐξαίρετος δὲ παρὰ τῷ Διονυσίῳ πίστις, ἣν οὐδεὶς ἄλλος εἶχεν, ἀδιερεύνητον αὐτῷ πλησιάζειν. δωρεὰς δὲ χρημάτων πολλῶν καὶ πολλάκις τοῦ μὲν διδόντος, τοῦ δὲ μὴ δεχομένου, παρὼν Ἀρίστιππος ὁ Κυρηναῖος ἀσφαλῶς ἔφη μεγαλόψυχον εἶναι Διονύσιον· αὐτοῖς μὲν γὰρ μικρὰ διδόναι πλειόνων δεομένοις, Πλάτωνι δὲ πολλὰ μηδὲν λαμβάνοντι.

μετὰ δὲ τὰς πρώτας φιλοφροσύνας, ἀρξαμένου Πλάτωνος ἐντυγχάνειν περὶ Δίωνος,

ὑπερθέσεις τὸ πρῶτον ἦσαν, εἶτα μέμψεις καὶ διαφοραὶ λανθάνουσαι τοὺς ἐκτός, ἐπικρυπτομένου Διονυσίου καὶ ταῖς ἄλλαις τὸν Πλάτωνα θεραπείαις καὶ

paris.1624.966
τιμαῖς πειρωμένου παράγειν ἀπὸ τῆς Δίωνος εὐνοίας, οὐδʼ αὐτὸν ἔν γε τοῖς πρώτοις χρόνοις ἀποκαλύπτοντα τὴν ἀπιστίαν αὐτοῦ καὶ ψευδολογίαν, ἀλλʼ ἐγκαρτεροῦντα καὶ σχηματιζόμενον.

οὕτω δὲ διακειμένων πρὸς ἀλλήλους καὶ λανθάνειν

p.40
πάντας οἰομένων. ἑλίκων ὁ Κυζικηνός εἷς τῶν Πλάτωνος συνήθων ἡλίου προεῖπεν ἔκλειψιν καὶ γενομένης ὡς προεῖπε, θαυμασθεὶς ὑπὸ τοῦ τυράννου δωρεὰν ἔλαβεν ἀργυρίου τάλαντον.

Ἀρίστιππος δὲ παίζων πρὸς τοὺς ἄλλους φιλοσόφους ἔφη τι καὶ αὐτὸς ἔχειν τῶν παραδόξων προειπεῖν. ἐκείνων δὲ φράσαι δεομένων, προλέγω τοίνυν, εἶπεν, ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους.