Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἃ δὴ συνορῶν ὁ Διονύσιος καὶ δεδοικώς, τοὺς μὲν φίλους παρεμυθεῖτο καὶ τὰς γυναῖκας ὡς οὐ φυγῆς, ἀλλʼ ἀποδημίας τῷ Δίωνι γεγενημένης, ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη·

δύο δὲ ναῦς παραδοὺς τοῖς Δίωνος οἰκείοις ἐκέλευσεν ἐνθεμένοις ὅσα βούλοιντο τῶν ἐκείνου χρήματα καὶ θεράποντας ἀπάγειν πρὸς αὐτὸν εἰς Πελοπόννησον.

ἦν δʼ οὐσία μεγάλη τῷ Δίωνι καὶ σχεδόν τι τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν, ἣν οἱ φίλοι συλλαβόντες ἐκόμιζον.

ἄλλα δʼ ἐπέμπετο πολλὰ παρὰ τῶν γυναικῶν καὶ τῶν ἑταίρων, ὥστε χρημάτων ἕνεκα καὶ πλούτου λαμπρὸν ἐν τοῖς Ἕλλησιν εἶναι καὶ διαφανῆναι τῇ τοῦ φυγάδος εὐπορίᾳ τὴν τῆς τυραννίδος δύναμιν.

Πλάτωνα δὲ Διονύσιος εὐθὺς μὲν εἰς τὴν ἀκρόπολιν μετέστησεν, ἔντιμον αὐτῷ σχήματι

p.32
ξενίας φιλανθρώπου φρουρὰν μηχανησάμενος, ὡς μὴ συμπλέοι Δίωνι μάρτυς ὧν ἠδίκητο.

χρόνῳ δὲ καὶ συνδιαιτήσει, καθάπερ ψαύειν ἀνθρώπου θηρίον, ἐθισθεὶς ὑπομένειν τήν τε[*](ὑπομένειν τήν τε Schenkl: ὑπομένειν τε τὴν.) ὁμιλίαν αὐτοῦ καὶ τὸν λόγον, ἠράσθη τυραννικὸν ἔρωτα, μόνος ἀξιῶν ὑπὸ Πλάτωνος ἀντερᾶσθαι καὶ θαυμάζεσθαι μάλιστα πάντων, ἕτοιμος ὢν ἐπιτρέπειν τὰ πράγματα καὶ τὴν τυραννίδα μὴ προτιμῶντι τὴν πρὸς Δίωνα φιλίαν τῆς πρὸς αὐτόν,

ἦν οὖν τῷ Πλάτωνι συμφορὰ τὸ πάθος αὐτοῦ τοῦτο, μαινομένου καθάπερ οἱ δυσέρωτες ὑπὸ ζηλοτυπίας, καὶ πολλὰς μὲν ὀργὰς ἐν ὀλίγῳ χρόνῳ, πολλὰς δὲ διαλλαγὰς καὶ δεήσεις ποιουμένου πρὸς αὐτόν, ἀκροᾶσθαι δὲ τῶν λόγων καὶ κοινωνεῖν τῆς περὶ φιλοσοφίαν πραγματείας σπουδάζοντος μὲν ὑπερφυῶς, αἰδουμένου δὲ τοὺς ἀποτρέποντας ὡς διαφθαρησομένου.

ἐν τούτῳ δὲ πολέμου τινὸς ἐμπεσόντος ἀποπέμπει τὸν Πλάτωνα, συνθέμενος εἰς ὥραν ἔτους μεταπέμψασθαι Δίωνα.

καὶ τοῦτο μὲν εὐθὺς ἐψεύσατο, τὰς δὲ προσόδους τῶν κτημάτων ἀπέπεμπεν αὐτῷ, ἀξιῶν Πλάτωνα συγγνῶναι περὶ τοῦ χρόνου διὰ τὸν πόλεμον·

εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατʼ αὐτοῦ πρὸς τοὺς Ἕλληνας.