Dion

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐκ τούτων ὑποψίας πρῶτον, εἶτα καὶ φανερωτέρας ὀργῆς καὶ διαφορᾶς γενομένης, ἐκομίσθη τις ἐπιστολὴ κρύφα πρὸς Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸς τοὺς Καρχηδονίων ἐπιμελητάς κελεύων, ὅταν Διονυσίῳ περὶ τῆς εἰρήνης διαλέγωνται, μὴ χωρὶς αὐτοῦ ποιήσασθαι τὴν ἔντευξιν, ὡς πάντα θησομένους ἀμεταπτώτως διʼ αὐτοῦ.

ταύτην ἀναγνοὺς Διονύσιος Φιλίστῳ καὶ μετʼ ἐκείνου βουλευσάμενος, ὥς φησι Τίμαιος, ὑπῆλθε τὸν Δίωνα πεπλασμέναις διαλύσεσι·

καὶ μέτρια σκηψάμενος διαλλάττεσθαί τε φήσας, μόνον τε ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸς τὴν

paris.1624.964
p.30
θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν καὶ κατηγόρησεν ὡς συνισταμένου μετὰ Καρχηδονίων ἐπʼ αὐτόν.

ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνος οὐκ ἀνασχόμενος, ἀλλʼ εὐθὺς, ὡς εἶχεν, ἐνθέμενος εἰς ἀκάτιον προσέταξε τοῖς ναύταις κομίζοντας αὐτὸν ἐκθεῖναι πρὸς τὴν Ἰταλίαν.

γενομένου δὲ τούτου καὶ φανέντος ὠμοῦ τοῖς ἀνθρώποις, τὴν μὲν οἰκίαν τοῦ τυράννου πένθος εἶχε διὰ τὰς γυναῖκας, ἡ δὲ πόλις τῶν Συρακουσίων ἐπῆρτο πράγματα νεώτερα καὶ μεταβολὴν προσδεχομένη ταχεῖαν ἐκ τοῦ περὶ Δίωνα θορύβου καὶ τῆς πρὸς τὸν τύραννον ἀπιστίας τῶν ἄλλων.

ἃ δὴ συνορῶν ὁ Διονύσιος καὶ δεδοικώς, τοὺς μὲν φίλους παρεμυθεῖτο καὶ τὰς γυναῖκας ὡς οὐ φυγῆς, ἀλλʼ ἀποδημίας τῷ Δίωνι γεγενημένης, ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη·

δύο δὲ ναῦς παραδοὺς τοῖς Δίωνος οἰκείοις ἐκέλευσεν ἐνθεμένοις ὅσα βούλοιντο τῶν ἐκείνου χρήματα καὶ θεράποντας ἀπάγειν πρὸς αὐτὸν εἰς Πελοπόννησον.

ἦν δʼ οὐσία μεγάλη τῷ Δίωνι καὶ σχεδόν τι τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν, ἣν οἱ φίλοι συλλαβόντες ἐκόμιζον.