Dion
Plutarch
Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
ἆρά γε, ὥσπερ ὁ Σιμωνίδης φησίν, ὦ
ὧν ὁ μὲν αὐτῷ Πλάτωνι πλησιάσας, ὁ δὲ τοῖς λόγοις ἐντραφεὶς τοῖς Πλάτωνος, ὥσπερ ἐκ μιᾶς ὥρμησαν ἀμφότεροι παλαίστρας ἐπὶ τοὺς μεγίστους ἀγῶνας.
καὶ τὸ μὲν ὅμοια πολλὰ καὶ ἀδελφὰ πράξαντας μαρτυρῆσαι τῷ καθηγεμόνι τῆς ἀρετῆς ὅτι δεῖ φρονήσει καὶ δικαιοσύνῃ δύναμιν ἐπὶ τὸ αὐτὸ καὶ τύχην συνελθεῖν, ἵνα κάλλος ἅμα καὶ μέγεθος αἱ πολιτικαὶ πράξεις λάβωσιν, οὐ θαυμαστόν ἐστιν.
ὡς γὰρ Ἱππόμαχος ο ἀλείπτης ἔλεγε τοὺς γεγυμνασμένους παρʼ αὐτῷ καὶ κρέας ἐξ ἀγορᾶς ἰδὼν φέροντας ἐπιγνῶναι πόρρωθεν, οὕτω τόν λόγον ἐστὶν εἰκὸς τῶν πεπαιδευμένων ὁμοίως ἕπεσθαι ταῖς πράξεσιν, ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐπιφέροντα μετὰ τοῦ πρέποντος.