Comparison of Demetrius and Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐξέπεσον δὲ τῶν πραγμάτων ἀμφότεροι μὲν δι’ αὑτούς, οὐ μὴν ὁμοίως, ἀλλʼ ὁ μὲν ἐγκαταλειφθείς, ἀπέστησαν γὰρ αὐτοῦ Μακεδόνες, ὁ δὲ ἐγκαταλιπών, ἔφυγε γὰρ τοὺς ὑπὲρ αὐτοῦ κινδυνεύοντας· ὥστε τοῦ μὲν ἔγκλημα εἶναι τὸ δυσμενεῖς οὕτω πρὸς αὑτὸν ἀπεργάσασθαι τοὺς μαχομένους, τοῦ δὲ τὸ παρεσκευασμένην εὔνοιαν τοιαύτην καὶ πίστιν ἐγκαταλιπεῖν.

τὸν δὲ θάνατον οὐδετέρου μὲν ἔστιν ἐπαινέσαι, ψεκτὸς δὲ ὁ Δημητρίου μᾶλλον. αἰχμάλωτός τε γὰρ ὑπέμεινε γενέσθαι, καὶ καθειρχθεὶς ἠγάπησεν

342
ἐπικερδᾶναι τριετίαν, οἴνῳ καὶ γαστρὶ καθάπερ τὰ ζῷα χειροήθης γενόμενος. Ἀντώνιος δὲ δειλῶς μὲν καὶ οἰκτρῶς καὶ ἀτίμως, οὐ μὴν ἀλλὰ πρό γε τοῦ κύριον γενέσθαι τὸν πολέμιον τοῦ σώματος ἑαυτόν ἐξήγαγεν.