Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς λεγομένη πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χάρμιον ἤδη σφαλλομένη

328
καὶ καρηβαροῦσα κατεκόσμει τὸ διάδημα τὸ περὶ τὴν κεφαλὴν αὐτῆς. εἰπόντος δέ τινος ὀργῇ· καλὰ ταῦτα, Χάρμιον· κάλλιστα μὲν οὖν, ἔφη, καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων. πλέον δὲ οὐδὲν εἶπεν, ἀλλʼ αὐτοῦ παρὰ τὴν κλίνην ἔπεσε.

λέγεται δὲ τὴν ἀσπίδα κομισθῆναι σὺν τοῖς σύκοις ἐκείνοις καὶ τοῖς θρίοις ἄνωθεν ἐπικαλυφθεῖσαν, οὕτω γὰρ τὴν Κλεοπάτραν κελεῦσαι, μηδὲ αὐτῆς ἐπισταμένης τῷ σώματι προσπεσεῖν τὸ θηρίον· ὡς δὲ ἀφαιροῦσα τῶν σύκων εἶδεν, εἰπεῖν· ἐνταῦθα ἦν ἄρα τοῦτο· καὶ τὸν βραχίονα παρασχεῖν τῷ δήγματι γυμνώσασαν.