Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ταύτης δὴ τῆς τιμῆς ἔτυχε παρὰ Καίσαρος Ἄρειος, καὶ τῶν ἄλλων ἐξῃτήσατο συχνούς· ὧν ἦν καὶ Φιλόστρατος, ἀνὴρ εἰπεῖν μὲν ἐξ ἐπιδρομῆς τῶν πώποτε σοφιστῶν ἱκανώτατος, εἰσποιῶν δὲ μὴ προσηκόντως ἑαυτὸν τῇ Ἀκαδημείᾳ. διὸ καὶ Καῖσαρ αὐτοῦ βδελυττόμενος τὸν τρόπον οὐ προσίετο τὰς δεήσεις.

ὁ δὲ πώγωνα πολιὸν καθεὶς καὶ φαιὸν ἱμάτιον περιβαλόμενος ἐξόπισθεν Ἀρείῳ παρηκολούθει, τοῦτον ἀεὶ τὸν στίχον ἀναφθεγγόμενος·

  1. σοφοὶ σοφοὺς σώζουσιν, ἂν ὦσιν σοφοί.
πυθόμενος δὲ Καῖσαρ, καὶ τοῦ φθόνου μᾶλλον Ἄρειον ἢ τοῦ δέους Φιλόστρατον ἀπαλλάξαι βουλόμενος, διῆκε.

τῶν δὲ Ἀντωνίου παίδων ὁ μὲν ἐκ Φουλβίας Ἄντυλλος ὑπὸ Θεοδώρου τοῦ παιδαγωγοῦ παραδοθεὶς ἀπέθανε· καὶ τὴν κεφαλὴν αὐτοῦ τῶν στρατιωτῶν ἀποτεμόντων, ὁ παιδαγωγὸς ἀφελὼν ὃν ἐφώρει περὶ τῷ τραχήλῳ πολυτιμότατον λίθον εἰς τὴν ζώνην κατέρραψεν· ἀρνησάμενος δὲ καὶ φωραθεὶς ἀνεσταυρώθη.

τὰ δὲ Κλεοπάτρας παιδία φρουρούμενα μετὰ τῶν τρεφόντων ἐλευθέριον εἶχε δίαιταν. Καισαρίωνα δὲ

320
τὸν ἐκ Καίσαρος γεγονέναι λεγόμενον ἡ μὲν μήτηρ ἐξέπεμψε μετὰ χρημάτων πολλῶν εἰς τὴν Ἰνδικὴν δι’ Αἰθιοπίας, ἕτερος δὲ παιδαγωγὸς ὅμοιος Θεοδώρῳ Ῥόδων ἀνέπεισεν ἐπανελθεῖν, ὡς Καίσαρος αὐτὸν ἐπὶ βασιλείαν καλοῦντος. βουλευομένου δὲ Καίσαρος Ἄρειον εἰπεῖν λέγουσιν·
  1. οὐκ ἀγαθὸν πολυκαισαρίη.[*](An adaptation of οὐκ ἀγαθὸν πολυκοιρανίη (the rule of many), Iliad, ii. 204.)