Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δὲ ὡς ἤκουσεν, ἐνδοτέρω τῆς σκηνῆς ἀποστὰς ἀπεδάκρυσεν ἄνδρα κηδεστὴν γενόμενον καὶ συνάρχοντα καὶ πολλῶν ἀγώνων καὶ πραγμάτων κοινωνόν. εἶτα τὰς ἐπιστολὰς λαβὼν καὶ τοὺς φίλους καλέσας ἀνεγίνωσκεν ὡς εὐγνώμονα γράφοντος αὐτοῦ καὶ δίκαια φορτικὸς ἦν καὶ ὑπερήφανος ἀεὶ περὶ τὰς ἀποκρίσεις ἐκεῖνος.

ἐκ δὲ τούτου τὸν Προκλήϊον ἔπεμψε κελεύσας, ἢν δύνηται, μάλιστα τῆς Κλεοπάτρας ζώσης κρατῆσαι· καὶ γὰρ ἐφοβεῖτο περὶ τῶν χρημάτων, καὶ μέγα πρὸς δόξαν ἡγεῖτο τοῦ θριάμβου καταγαγεῖν ἐκείνην. εἰς μὲν οὖν χεῖρας τῷ Προκληΐῳ συνελθεῖν οὐκ ἠθέλησεν·

ἐγίνοντο δὲ λόγοι τῷ οἰκήματι προσελθόντος ἔξωθεν αὐτοῦ κατὰ θύρας ἐπιπέδους, ἀποκεκλειμένας μὲν ὀχυρῶς, φωνῇ δὲ διέξοδον ἐχούσας. καὶ διελέχθησαν ἡ μὲν αἰτουμένη

316
τοῖς παισὶ τὴν βασιλείαν, ὁ δὲ θαρρεῖν καὶ πάντα πιστεύειν Καίσαρι κελεύων.

ὡς δὲ κατιδὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη πάλιν ἐντευξόμενος αὐτῇ· καὶ πρὸς τὰς θύρας ἐλθὼν ἐπίτηδες ἐμήκυνε τὸν λόγον. ἐν τούτῳ δὲ Προκλήϊος κλίμακος προστεθείσης διὰ τῆς θυρίδος εἰσῆλθεν ᾗ τὸν Ἀντώνιον αἱ γυναῖκες ἐδέξαντο. καὶ πρὸς τὰς θύρας αὐτὰς[*](αὐτὰς bracketed by Bekker.) εὐθύς, αἷς ἡ Κλεοπάτρα παρειστήκει προσέχουσα τῷ Γάλλῳ, κατέβαινεν ὑπηρέτας ἔχων δύο μεθʼ αὑτοῦ.

τῶν δὲ συγκαθειργμένων τῇ Κλεοπάτρᾳ γυναικῶν τῆς ἑτέρας ἀνακραγούσης, τάλαινα Κλεοπάτρα, ζωγρεῖ, μεταστραφεῖσα καὶ θεασαμένη τὸν Προκλήϊον ὥρμησε μὲν αὑτὴν πατάξαι· παρεζωσμένη γὰρ ἐτύγχανέ τι τῶν λῃστρικῶν ξιφιδίων· προσδραμὼν δὲ ταχὺ καὶ περισχὼν αὐτὴν ταῖς χερσὶν ἀμφοτέραις ὁ Προκλήϊος, ἀδικεῖς, εἶπεν, ὦ Κλεοπάτρα, καὶ σεαυτὴν καὶ Καίσαρα, μεγάλην ἀφαιρουμένη χρηστότητος ἐπίδειξιν αὐτοῦ, καὶ διαβάλλουσα τὸν πρᾳότατον ἡγεμόνων ὡς ἄπιστον καὶ ἀδιάλλακτον.