Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. ὁ δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας ὁ Ἀντώνιος εὖγε, εἶπεν, ὦ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν ὃ δεῖ διδάσκεις· καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον.

ἦν δὲ οὐκ εὐθυθάνατος ἡ πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης,

312
ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης ὁ γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.

γνοὺς οὖν ὅτι ζῇ, προθύμως ἐκέλευσεν ἄρασθαι τοῖς ὑπηρέταις τὸ σῶμα, καὶ διὰ χειρῶν προσεκομίσθη ταῖς θύραις τοῦ οἰκήματος. ἡ δὲ Κλεοπάτρα τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἐκ δὲ θυρίδων τινῶν φανεῖσα σειρὰς καὶ καλώδια καθίει. καὶ τούτοις ἐναψάντων τὸν Ἀντώνιον ἀνεῖλκεν αὐτὴ καὶ δύο γυναῖκες, ἃς μόνας ἐδέξατο μεθʼ αὑτῆς εἰς τὸν τάφον.

οὐδὲν ἐκείνου λέγουσιν οἰκτρότερον γενέσθαι οἱ παραγενόμενοι θέαμα. πεφυρμένος γὰρ αἵματι καὶ δυσθανατῶν εἵλκετο, τὰς χεῖρας ὀρέγων εἰς ἐκείνην καὶ παραιωρούμενος. οὐ γὰρ ἦν γυναιξὶ ῥᾴδιον τὸ ἔργον, ἀλλὰ μόλις ἡ Κλεοπάτρα ταῖν χεροῖν ἐμπεφυκυῖα καὶ κατατεινομένη τῷ προσώπῳ τὸν δεσμὸν ἀνελάμβανεν, ἐπικελευομένων τῶν κάτωθεν αὐτῇ καὶ συναγωνιώντων.

δεξαμένη δὲ αὐτὸν οὕτως καὶ κατακλίνασα περιερρήξατο τε τοὺς πέπλους ἐπʼ αὐτῷ, καὶ τὰ στέρνα τυπτομένη καὶ σπαράττουσα ταῖς χερσί, καὶ τῷ προσώπῳ τοῦ αἵματος ἀναματτομένη, δεσπότην ἐκάλει καὶ ἄνδρα καὶ αὐτοκράτορα· καὶ μικροῦ δεῖν ἐπιλέληστο τῶν αὑτῆς κακῶν οἴκτῳ τῶν ἐκείνου. καταπαύσας δὲ τὸν θρῆνον αὐτῆς Ἀντώνιος ᾔτησε πιεῖν οἶνον, εἴτε διψῶν, εἴτε συντομώτερον ἐλπίζων ἀπολυθήσεσθαι.