Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τὸν δὲ Ἀπήμαντον μόνον ὡς ὅμοιον αὐτῷ καὶ ζηλοῦντα τὴν δίαιταν ἔστιν ὅτε προσίετο· καί ποτε τῆς τῶν Χοῶν οὔσης ἑορτῆς εἱστιῶντο καθʼ αὑτοὺς οἱ δύο, τοῦ δʼ Ἀπημάντου φήσαντος, ὡς καλόν, ὦ Τίμων, τὸ συμπόσιον ἡμῶν, εἴγε σύ, ἔφη, μὴ παρῆς. λέγεται δὲ Ἀθηναίων ἐκκλησιαζόντων ἀναβὰς ἐπὶ τὸ βῆμα ποιῆσαι σιωπὴν καὶ προσδοκίαν μεγάλην διὰ τὸ παράδοξον·

εἶτα εἰπεῖν· ἔστι μοι μικρὸν οἰκόπεδον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συκῆ τις ἐν αὐτῷ πέφυκεν, ἐξ ἧς ἤδη συχνοὶ τῶν πολιτῶν ἀπήγξαντο. μέλλων οὖν οἰκοδομεῖν τὸν τόπον ἐβουλήθην δημοσίᾳ προειπεῖν, ἵνα, ἂν ἄρα τινὲς ἐθέλωσιν ὑμῶν, πρὶν ἐκκοπῆναι τὴν συκῆν, ἀπάγξωνται. τελευτήσαντος δὲ αὐτοῦ καὶ ταφέντος Ἁλῆσι παρὰ τὴν θάλασσαν ὤλισθε τὰ προὔχοντα τοῦ αἰγιαλοῦ, καὶ τὸ κῦμα περιελθὸν ἄβατον καὶ ἀπροσπέλαστον ἀνθρώπῳ πεποίηκε τὸν τάφον.

ἦν δʼ ἐπιγεγραμμένον·

  1. ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι.
  2. τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε.
καὶ τοῦτο μὲν αὐτὸν ἔτι ζῶντα πεποιηκέναι
300
λέγουσι, τὸ δὲ περιφερόμενον Καλλιμάχειόν ἐστι·
  1. Τίμων μισάνθ ρωπος ἐνοικέω. ἀλλὰ πάρελθε,
  2. οἰμώζειν εἴπας πολλὰ πάρελθε μόνον.

ταῦτα μὲν περὶ Τίμωνος ἀπὸ πολλῶν ὀλίγα. τῷ δὲ Ἀντωνίῳ Κανίδιός τε τῆς ἀποβολῆς τῶν ἐν Ἀκτίῳ δυνάμεων αὐτάγγελος ἦλθε, καὶ τὸν Ἰουδαῖον Ἡρώδην ἔχοντά τινα τάγματα καὶ σπείρας ἤκουσε Καίσαρι προσκεχωρηκέναι, καὶ τοὺς ἄλλους ὁμοίως δυνάστας ἀφίστασθαι καὶ μηδὲν ἔτι συμμένειν τῶν ἐκτός.

οὐ μὴν διετάραξέ τι τούτων αὐτόν, ἀλλὰ ὥσπερ ἄσμενος τὸ ἐλπίζειν ἀποτεθειμένος, ἵνα καὶ τὸ φροντίζειν, τὴν μὲν ἔναλον ἐκείνην δίαιταν, ἣν Τιμώνειον ὠνόμαζεν, ἐξέλιπεν, ἀναληφθεὶς δὲ ὑπὸ τῆς Κλεοπάτρας εἰς τὰ βασίλεια πρὸς δεῖπνα καὶ πότους καὶ διανομὰς ἔτρεψε τὴν πόλιν, ἐγγράφων μὲν εἰς ἐφήβους τὸν Κλεοπάτρας παῖδα καὶ Καίσαρος,