Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Γαβινίου δὲ πρὸς τὸν πλοῦν χαλεπὸν ὄντα χειμῶνος ὥρᾳ καταδειλιάσαντος καὶ πεζῇ μακρὰν ὁδὸν περιάγοντος τὸν στρατόν, Ἀντώνιος ὑπὲρ Καίσαρος ἐν πολλοῖς ἀπειλημμένου πολεμίοις φοβηθεὶς Λίβωνα μὲν ἐφορμοῦντα τῷ στόματι τοῦ λιμένος ἀπεκρούσατο, πολλὰ τῶν λεπτῶν ἀκατίων ταῖς τριήρεσιν αὐτοῦ περιστήσας, ἐμβιβάσας δὲ ταὶς ναυσὶν ἱππεῖς ὀκτακοσίους καὶ δισμυρίους ὁπλίτας ἀνήχθη.

καὶ γενόμενος καταφανὴς τοῖς πολεμίοις καὶ διωκόμενος τὸν μὲν ἐκ τούτων κίνδυνον διέφυγε, λαμπροῦ νότου κῦμα μέγα καὶ κοίλην θάλατταν ταῖς τριήρεσιν αὐτῶν περιστήσαντος, ἐκφερόμενος δὲ ταῖς ναυσὶ πρὸς κρημνοὺς καὶ φάραγγας ἀγχιβαθεῖς οὐδεμίαν ἐλπίδα σωτηρίας εἶχεν.

ἄφνω δὲ τοῦ κόλπου πολὺν ἐκπνεύσαντος λίβα, καὶ τοῦ κλύδωνος ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος διαχεομένου, μεταβαλόμενος ἀπὸ τῆς γῆς καὶ πλέων σοβαρῶς ὁρᾷ ναυαγίων περίπλεων τὸν αἰγιαλόν. ἐνταῦθα γὰρ ἐξέβαλε τὸ πνεῦμα τὰς διωκούσας αὐτὸν τριήρεις, καὶ διεφθάρησαν οὐκ ὀλίγαι· καὶ σωμάτων πολλῶν καὶ χρημάτων ἐκράτησεν Ἀντώνιος, καὶ Λίσσον εἷλε, καὶ μέγα Καίσαρι παρέσχε θάρσος ἐν καιρῷ μετὰ τηλικαύτης ἀφικόμενος δυνάμεως.