Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἤδη δὲ καὶ τῶν στρογγύλων πλοίων οὐκ ὀλίγα καὶ τῶν φίλων τινὲς ἐκ τῆς τροπῆς ἠθροίζοντο πρὸς αὐτούς, ἀγγέλλοντες ἀπολωλέναι τὸ ναυτικόν, οἴεσθαι δὲ τὸ πεζὸν συνεστάναι. Ἀντώνιος δὲ πρὸς μὲν Κανίδιον ἀγγέλους ἔπεμπεν, ἀναχωρεῖν διὰ Μακεδονίας εἰς Ἀσίαν τῷ στρατῷ κατὰ τάχος κελεύων,

αὐτὸς δὲ μέλλων ἀπὸ Ταινάρου πρὸς τὴν Λιβύην διαίρειν, ὁλκάδα μίαν, πολὺ μὲν νόμισμα, πολλοῦ δὲ ἀξίας ἐν ἀργύρῳ καὶ χρυσῷ κατασκευὰς τῶν βασιλικῶν κομίζουσαν, ἐξελόμενος τοῖς φίλοις ἐπέδωκε κοινῇ, νείμασθαι καὶ σώζειν ἑαύτους κελεύσας. ἀρνουμένους δὲ καὶ κλαίοντας εὐμενῶς πάνυ

292
καὶ φιλοφρόνως παραμυθησάμενος καὶ δεηθεὶς ἀπέστειλε,

γράψας πρὸς Θεόφιλον τὸν ἐν Κορίνθῳ διοικητὴν ὅπως ἀσφάλειαν ἐκπορίσῃ καὶ ἀποκρύψῃ τοὺς ἄνδρας ἄχρι ἂν ἱλάσασθαι Καίσαρα δυνηθῶσιν. οὗτος ἦν Θεόφιλος Ἱππάρχου πατὴρ τοῦ πλεῖστον παρὰ Ἀντωνίῳ δυνηθέντος, πρώτου δὲ πρὸς Καίσαρα τῶν ἀπελευθέρων μεταβαλομένου καὶ κατοικήσαντος ὕστερον ἐν Κορίνθῳ.

ταῦτα μὲν οὖν τὰ κατὰ τὸν Ἀντώνιον. ἐν Ἀκτίῳ δὲ πολὺν ὁ στόλος ἀντισχὼν Καίσαρι χρόνον, καὶ μέγιστον βλαβεὶς ὑπὸ τοῦ κλύδωνος ὑψηλοῦ κατὰ πρῴραν ἱσταμένου, μόλις ὥρας δεκάτης ἀπεῖπε. καὶ νεκροὶ μὲν οὐ πλείους ἐγένοντο πεντακισχιλίων, ἑάλωσαν δὲ τριακόσιαι νῆες, ὡς αὐτὸς ἀνέγραψε Καῖσαρ.