Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Ἀγρίππου δὲ θάτερον κέρας εἰς κύκλωσιν ἐκτείνοντος, ἀντανάγειν Ποπλικόλας ἀναγκαζόμενος ἀπερρήγνυτο τῶν μέσων. θορυβουμένων δὲ

288
τούτων καὶ συμπλεκομένων τοῖς περὶ τὸν Ἀρρούντιον, ἀκρίτου δὲ καὶ κοινῆς ἔτι τῆς ναυμαχίας συνεστώσης, αἰφνίδιον αἱ Κλεοπάτρας ἑξήκοντα νῆες ὤφθησαν αἰρόμεναι πρὸς ἀπόπλουν τὰ ἱστία καὶ διὰ μέσου φεύγουσαι τῶν μαχομένων· ἦσαν γὰρ ὀπίσω τεταγμέναι τῶν μεγάλων, καὶ διεκπίπτουσαι ταραχὴν ἐποίουν.

οἱ δὲ ἐναντίοι θαυμάζοντες ἐθεῶντο, τῷ πνεύματι χρωμένας ὁρῶντες καὶ ἐπεχούσας πρὸς τὴν Πελοπόννησον. ἔνθα δὴ φανερὸν αὑτὸν Ἀντώνιος ἐποίησεν οὔτε ἄρχοντος οὔτε ἀνδρὸς οὔτε ὅλως ἰδίοις λογισμοῖς διοικούμενον, ἀλλʼ ὅπερ τις παίζων εἶπε, τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ σώματι ζῆν, ἑλκόμενος ὑπὸ τῆς γυναικὸς ὥσπερ συμπεφυκὼς καὶ συμμεταφερόμενος.

οὐ γὰρ ἔφθη τὴν ἐκείνης ἰδὼν ναῦν ἀποπλέουσαν, καὶ πάντων ἐκλαθόμενος καὶ προδοὺς καὶ ἀποδρὰς τοὺς ὑπὲρ αὐτοῦ μαχομένους καὶ θνήσκοντας, εἰς πεντήρη μετεμβάς, Ἀλεξᾶ τοῦ Σύρου καὶ Σκελλίου μόνων αὐτῷ συνεμβάντων, ἐδίωκε τὴν ἀπολωλεκυῖαν ἤδη καὶ προσαπολοῦσαν αὐτόν.

ἐκείνη δὲ γνωρίσασα σημεῖον ἀπὸ τῆς νεὼς ἀνέσχε· καὶ προσενεχθεὶς οὕτω καὶ ἀναληφθεὶς ἐκείνην μὲν οὔτε εἶδεν οὔτε ὤφθη, παρελθὼν δὲ μόνος εἰς πρῴραν ἐφʼ ἑαυτοῦ καθῆστο σιωπῇ, ταῖς χερσὶν ἀμφοτέραις ἐχόμενος τῆς κεφαλῆς.

ἐν τούτῳ δὲ λιβυρνίδες ὤφθησαν διώκουσαι παρὰ Καίσαρος· ὁ δὲ ἀντίπρῳρον ἐπιστρέφειν τὴν ναῦν κελεύσας τὰς μὲν ἄλλας ἀνέστειλεν, Εὐρυκλῆς δʼ ὁ Λάκων ἐνέκειτο σοβαρῶς, λόγχην τινὰ κραδαίνων ἀπὸ τοῦ καταστρώματος

290
ὡς ἀφήσων ἐπʼ αὐτόν. ἐπιστάντος δὲ τῇ πρῴρᾳ τοῦ Ἀντωνίου καί τίς οὗτος, εἰπόντος, ὁ διώκων Ἀντώνιον; ἐγώ, εἶπεν, Εὐρυκλῆς ὁ Λαχάρους, τῇ Καίσαρος τύχῃ τὸν τοῦ πατρὸς ἐκδικῶν θάνατον.