Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ γὰρ Δικόμης ὁ Γετῶν βασιλεὺς ὑπισχνεῖτο πολλῇ στρατιᾷ βοηθήσειν· οὐκ εἶναι δὲ αἰσχρὸν εἰ Καίσαρι γεγυμνασμένῳ περὶ τὸν Σικελικὸν πόλεμον ἐκστήσονται τῆς θαλάσσης, ἀλλὰ δεινὸν εἰ τῶν πεζῶν ἀγώνων ἐμπειρότατος ὢν Ἀντώνιος οὐ χρήσεται ῥώμῃ καὶ παρασκευῇ τοσούτων ὁπλιτῶν, εἰς ναῦς διανέμων καὶ καταναλίσκων τὴν δύναμιν.

οὐ μὴν ἀλλὰ ἐξενίκησε Κλεοπάτρα διὰ τῶν νεῶν κριθῆναι τὸν πόλεμον, ἤδη πρὸς φυγὴν ὁρῶσα, καὶ τιθεμένη τὰ καθʼ ἑαυτήν, οὐχ ὅπου πρὸς

282
τὸ νικᾶν ἔσται χρήσιμος, ἀλλʼ ὅθεν ἄπεισι ῥᾷστα τῶν πραγμάτων ἀπολλυμένων. ἦν δὲ μακρὰ σκέλη κατατείνοντα πρὸς τὸν ναύσταθμον τῆς στρατοπεδείας, δι’ ὧν ὁ Ἀντώνιος εἰώθει παριέναι μηδὲν ὑφορώμενος.

οἰκέτου δὲ Καίσαρι φράσαντος ὡς δυνατὸν εἴη κατιόντα διὰ τῶν σκελῶν συλλαβεῖν αὐτόν, ἔπεμψε τοὺς ἐνεδρεύσοντας. οἱ δὲ παρὰ τοσοῦτον ἦλθον ὥστε συναρπάσαι τὸν προηγούμενον αὐτοῦ προεξαναστάντες· αὐτὸς δὲ δρόμῳ μόλις ὑπεξέφυγεν.

ὡς δὲ ναυμαχεῖν ἐδέδοκτο, τὰς μὲν ἄλλας ἐνέπρησε ναῦς πλὴν ἑξήκοντα τῶν Αἰγυπτίων, τὰς δὲ ἀρίστας καὶ μεγίστας ἀπὸ τρίηρους μέχρι δεκήρους ἐπλήρου, δισμυρίους ἐμβιβάζων ὁπλίτας καὶ δισχιλίους τοξότας. ἔνθα πεζομάχον ἄνδρα τῶν ταξιαρχῶν λέγουσι, παμπόλλους ἠγωνισμένον ἀγῶνας Ἀντωνίῳ καὶ κατατετριμμένον τὸ σῶμα, τοῦ Ἀντωνίου παριόντος ἀνακλαύσασθαι καὶ εἰπεῖν·

ὦ αὐτόκρατορ, τί τῶν τραυμάτων τούτων ἢ τοῦ ξίφους καταγνοὺς ἐν ξύλοις πονηροῖς ἔχεις τὰς ἐλπίδας; Αἰγύπτιοι καὶ Φοίνικες ἐν θαλάσσῃ μαχέσθωσαν, ἡμῖν δὲ γῆν δός, ἐφʼ ἧς εἰώθαμεν ἑστῶτες ἀποθνήσκειν ἢ νικᾶν τοὺς πολεμίους. πρὸς ταῦτα μηδὲν ἀποκρινάμενος, ἀλλὰ τῇ χειρὶ καὶ τῷ προσώπῳ μόνον οἷον ἐγκελευσάμενος τὸν ἄνδρα θαρρεῖν, παρῆλθεν, οὐ χρηστὰς ἔχων ἐλπίδας, ὅς γε καὶ τοὺς κυβερνητας τὰ ἱστία βουλομένους ἀπολιπεῖν ἠνάγκασεν ἐμβαλέσθαι καὶ κομίζειν, λέγων ὅτι δεῖ μηδένα φεύγοντα τῶν πολεμίων διαφυγεῖν.

284