Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ταῦτα ἐν Ἀρμενίᾳ διατρίβων Ἀντώνιος ἤκουσε· καὶ Κανίδιον εὐθὺς ἐκέλευσεν ἑκκαίδεκα τέλη λαβόντα καταβαίνειν ἐπὶ θάλατταν. αὐτὸς δὲ Κλεοπάτραν ἀναλαβὼν εἰς Ἔφεσον ἧκε. καὶ τὸ ναυτικὸν ἐκεῖ συνῄει πανταχόθεν, ὀκτακόσιαι σὺν ὁλκάσι νῆες, ὧν Κλεοπάτρα παρεῖχε διακοσίας καὶ τάλαντα δισμύρια καὶ τροφὴν τῷ στρατῷ παντὶ πρὸς τὸν πόλεμον.

Ἀντώνιος δὲ πεισθεὶς ὑπὸ Δομιτίου καί τινων ἄλλων ἐκέλευε Κλεοπάτραν πλεῖν ἐπʼ Αἰγύπτου κἀκεῖ διακαραδοκεῖν τὸν πόλεμον. ἡ δὲ φοβουμένη τὰς δι’ Ὀκταουίας πάλιν αὐτοῦ διαλύσεις ἔπεισε πολλοῖς Κανίδιον χρήμασιν Ἀντωνίῳ διαλεχθῆναι περὶ αὐτῆς, ὡς οὔτε δίκαιον ἀπελαύνεσθαι τοῦ πολέμου γυναῖκα συμβολὰς τηλικαύτας διδοῦσαν,

οὔτε συμφέρον ἀθυμοτέρους ποιεῖν τοὺς Αἰγυπτίους μέγα μέρος τῆς ναυτικῆς δυνάμεως ὄντας· ἄλλως δὲ μηδὲ ὁρᾶν οὗτινος τῶν συστρατευόντων βασιλέων ἀπολείποιτο τὸ φρονεῖν Κλεοπάτρα, πολὺν μὲν χρόνον δι’ αὑτῆς κυβερνῶσα βασιλείαν τοσαύτην, πολὺν δὲ ἐκείνῳ συνοῦσα καὶ μανθάνουσα χρῆσθαι πράγμασι μεγάλοις. ταῦτα ʽἔδει γὰρ εἰς Καίσαρα πάντα περιελθεῖνʼ ἐνίκα· καὶ συνιουσῶν τῶν δυνάμεων πλεύσαντες εἰς

266
Σάμον ἐν εὐπαθείαις ἦσαν.