Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

πρῶτον μὲν ἀπέφηνε Κλεοπάτραν βασίλισσαν Αἰγύπτου καὶ Κύπρου καὶ Λιβύης καὶ κοίλης Συρίας, συμβασιλεύοντος αὐτῇ Καισαρίωνος, ὃς ἐκ Καίσαρος ἐδόκει τοῦ προτέρου γεγονέναι Κλεοπάτραν ἔγκυον καταλιπόντος·

262
δεύτερον δὲ τοὺς ἐξ αὑτοῦ καὶ Κλεοπάτρας υἱοὺς βασιλεῖς βασιλέων ἀναγορεύσας Ἀλεξάνδρῳ μὲν Ἀρμενίαν ἀπένειμε καὶ Μηδίαν καὶ τὰ Πάρθων, ὅταν ὑπαγάγηται, Πτολεμαίῳ δὲ Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν.

ἅμα δὲ καὶ προήγαγε τῶν παίδων Ἀλέξανδρον μὲν ἐσθῆτι Μηδικῇ τιάραν καὶ κίταριν ὀρθὴν ἐχούσῃ, Πτολεμαῖον δὲ κρηπῖσι καὶ χλανίδι καὶ καυσίᾳ διαδηματοφόρῳ κεκοσμημένον. αὕτη γὰρ ἦν σκευὴ τῶν ἀπʼ Ἀλεξάνδρου βασιλέων, ἐκείνη δὲ Μήδων καὶ Ἀρμενίων.

ἀσπασαμένων δὲ τῶν παίδων τοὺς γονεῖς, τὸν μὲν Ἀρμενίων φυλακὴ περιΐστατο, τὸν δὲ Μακεδόνων. Κλεοπάτρα μὲν γὰρ καὶ τότε καὶ τὸν ἄλλον χρόνον εἰς πλῆθος ἐξιοῦσα στολὴν ἱερὰν Ἴσιδος ἐλάμβανε καὶ νέα Ἶσις ἐχρημάτιζε.

ταῦτα δὲ εἰς σύγκλητον ἐκφέρων Καῖσαρ καὶ πολλάκις ἐν τῷ δήμῳ κατηγορῶν παρώξυνε τὸ πλῆθος ἐπʼ Ἀντώνιον. ἔπεμπε δὲ καὶ Ἀντώνιος ἀντεγκαλῶν ἐκείνῳ. μέγιστα δʼ ἦν ὧν ἐνεκάλει, πρῶτον μέν, ὅτι Πομπηΐου Σικελίαν ἀφελόμενος οὐκ ἔνειμε μέρος αὐτῷ τῆς νήσου· δεύτερον, ὅτι χρησάμενος ναῦς παρʼ αὐτοῦ πρὸς τὸν πόλεμον ἀπεστέρησε· τρίτον, ὅτι τὸν συνάρχοντα Λέπιδον ἐκβαλὼν τῆς ἀρχῆς καὶ ποιήσας ἄτιμον αὐτὸς ἔχει στρατὸν καὶ χώραν καὶ προσόδους τὰς ἐκείνῳ προσνεμηθείσας·

ἐπὶ πᾶσιν, ὅτι τοῖς αὑτοῦ στρατιώταις ἅπασαν ὀλίγου δεῖν Ἰταλίαν κατακεκληρούχηκε, μηδὲν λιπὼν τοῖς ἐκείνου. πρὸς ταῦτα Καῖσαρ ἀπελογεῖτο Λέπιδον

264
μὲν ὑβρίζοντα καταπαῦσαι τῆς ἀρχῆς, ἃ δὲ ἔσχηκε πολεμήσας, νεμήσεσθαι πρὸς Ἀντώνιον ὅταν κἀκεῖνος Ἀρμενίαν πρὸς αὐτόν· τοῖς δὲ στρατιώταις Ἰταλίας μὴ μετεῖναι· Μηδίαν γὰρ ἔχειν καὶ Παρθίαν αὐτούς, ἃς προσεκτήσαντο Ῥωμαίοις καλῶς ἀγωνισάμενοι μετὰ τοῦ αὐτοκράτορος.