Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐν δὲ Ῥώμῃ βουλομένης Ὀκταουίας πλεῦσαι πρὸς Ἀντώνιον, ἐπέτρεψε Καῖσαρ, ὡς οἱ πλείους λέγουσιν, οὐκ ἐκείνῃ χαριζόμενος, ἀλλʼ ὅπως περιυβρισθεῖσα καὶ καταμεληθεῖσα πρὸς τὸν πόλεμον αἰτίαν εὐπρεπῆ παράσχοι. γενομένη δὲ ἐν Ἀθήναις ἐδέξατο γράμματα παρὰ Ἀντωνίου κελεύοντος αὐτόθι προσμένειν καὶ τὰ περὶ τὴν ἀνάβασιν δηλοῦντος.

ἡ δέ, καίπερ ἀχθομένη καὶ νοοῦσα τὴν πρόφασιν, ὅμως ἔγραψε πυνθανομένη ποῖ κελεύει πεμφθῆναι τὰ κομιζόμενα πρὸς αὐτόν. ἐκόμιζε δὲ πολλὴν μὲν ἐσθῆτα στρατιωτικήν, πολλὰ δὲ ὑποζύγια καὶ χρήματα καὶ δῶρα τοῖς περὶ αὐτὸν ἡγεμόσι καὶ φίλοις· ἐκτὸς δὲ τούτων στρατιώτας ἐπιλέκτους δισχιλίους εἰς στρατηγικὰς σπείρας κεκοσμημένους ἐκπρεπέσι πανοπλίαις. ταῦτα Νίγρος τις Ἀντωνίου φίλος ἀποσταλεὶς παρʼ αὐτῆς ἔφραζε, καὶ προσετίθει τοὺς ἀξίους καὶ πρέποντας ἐπαίνους.