Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον. ὁ δὲ λογισμῷ χρησάμενος οὔτε ἐμέμψατο τὴν προδοσίαν οὔτε ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς

254
πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς.

ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε, καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάνδρειαν, ἐθριάμβευσεν. ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.

τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους ἀπέβαλε καθʼ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται, Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν,

οὐ καρτερῶν δὲ κατακείμενος, ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενος καὶ ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν, ἕως ἐκείνη κατέπλευσεν, ἐσθῆτα πολλὴν καὶ χρήματα κομίζουσα τοῖς στρατιώταις. εἰσὶ δὲ οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρʼ ἐκείνης λαβών, τὸ δὲ ἀργύριον ἐκ τῶν ἰδίων ἑαυτοῦ, διένειμεν ὡς ἐκείνης διδούσης.

τῷ δὲ βασιλεῖ τῶν Μήδων γίνεται διαφορὰ πρὸς Φραόρτην τὸν Πάρθον, ἀρξαμένη μέν, ὥς φασιν, ὑπὲρ τῶν Ῥωμαϊκῶν λαφύρων, ὑπόνοιαν δὲ τῷ Μήδῳ καὶ φόβον ἀφαιρέσεως τῆς ἀρχῆς παρασχοῦσα. διὸ καὶ πέμπων ἐκάλει τὸν Ἀντώνιον, ἐπαγγελλόμενος συμπολεμήσειν μετὰ τῆς ἑαυτοῦ δυνάμεως.

γενόμενος οὖν ἐπʼ ἐλπίδος

256
μεγάλης ὁ Ἀντώνιος ʽᾧ γὰρ ἐδόκει μόνῳ τοῦ κατειργάσθαι Πάρθους ἀπολιπεῖν, ἱππέων πολλῶν καὶ τοξοτῶν ἐνδεὴς ἐλθών, τοῦτο ἑώρα προσγινόμενον αὐτῷ χαριζομένῳ μᾶλλον ἢ δεομένᾠ παρεσκευάζετο δι’ Ἀρμενίας αὖθις ἀναβαίνειν καὶ συγγενόμενος τῷ Μήδῳ περὶ ποταμὸν Ἀράξην οὕτω κινεῖν τὸν πόλεμον.