Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος. εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους παρῆσαν, ἐσκευασμένοι παραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων μὲν τοὺς μαχομένους τρεπομένων, ἐκείνων δὲ τοὺς φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν τοσαυτάκις.

ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον. ὁ δὲ λογισμῷ χρησάμενος οὔτε ἐμέμψατο τὴν προδοσίαν οὔτε ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς

254
πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς.

ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε, καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάνδρειαν, ἐθριάμβευσεν. ᾧ μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.

τότε δὲ διὰ πολλοῦ χειμῶνος ἤδη καὶ νιφετῶν ἀπαύστων ἐπειγόμενος ὀκτακισχιλίους ἀπέβαλε καθʼ ὁδόν. αὐτὸς δὲ καταβὰς ὀλιγοστὸς ἐπὶ θάλασσαν ἐν χωρίῳ τινὶ μεταξὺ Βηρυτοῦ κειμένῳ καὶ Σιδῶνος, Λευκὴ κώμη καλεῖται, Κλεοπάτραν περιέμενε· καὶ βραδυνούσης ἀδημονῶν ἤλυε, ταχὺ μὲν εἰς τὸ πίνειν καὶ μεθύσκεσθαι διδοὺς ἑαυτόν,

οὐ καρτερῶν δὲ κατακείμενος, ἀλλὰ μεταξὺ πινόντων ἀνιστάμενος καὶ ἀναπηδῶν πολλάκις ἐπισκοπεῖν, ἕως ἐκείνη κατέπλευσεν, ἐσθῆτα πολλὴν καὶ χρήματα κομίζουσα τοῖς στρατιώταις. εἰσὶ δὲ οἱ λέγοντες ὅτι τὴν μὲν ἐσθῆτα παρʼ ἐκείνης λαβών, τὸ δὲ ἀργύριον ἐκ τῶν ἰδίων ἑαυτοῦ, διένειμεν ὡς ἐκείνης διδούσης.