Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δὲ μεστὸν τὸ πεδίον κεκυφότων χαμᾶζε καὶ τοὺς λίθους περιορυττόντων καὶ μεθιστάντων· τέλος δὲ χολὴν ἐμοῦντες ἔθνησκον, ἐπεὶ καὶ τὸ μόνον ἀντιπαθές, οἶνος, ἐξέλιπε. φθειρομένων δὲ πολλῶν καὶ τῶν Πάρθων οὐκ ἀφισταμένων πολλάκις ἀναφθέγξασθαι τὸν Ἀντώνιον ἱστοροῦσιν, ὦ μύριοι, θαυμάζοντα τοὺς μετὰ Ξενοφῶντος, ὅτι καὶ πλείονα καταβαίνοντες ὁδὸν ἐκ τῆς Βαβυλωνίας καὶ πολλαπλασίοις μαχόμενοι πολεμίοις ἀπεσώθησαν.

οἱ δὲ Πάρθοι διαπλέξαι μὲν οὐ δυνάμενοι τὸν στρατὸν οὐδὲ διασπάσαι τὴν τάξιν, ἤδη δὲ πολλάκις ἡττημένοι καὶ πεφευγότες, αὖθις εἰρηνικῶς ἀνεμίγνυντο τοῖς ἐπὶ χιλὸν ἢ σῖτον προερχομένοις, καὶ τῶν τόξων τὰς νευρὰς ἐπιδεικνύντες ἀνειμένας, ἔλεγον ὡς αὐτοὶ μὲν ἀπίασιν ὀπίσω καὶ τοῦτο ποιοῦνται πέρας ἀμύνης, ὀλίγοι δὲ Μήδων ἀκολουθήσουσιν ἔτι μιᾶς ἢ δευτέρας ὁδὸν ἡμέρας οὐδὲν παρενοχλοῦντες, ἀλλὰ τὰς ἀπωτέρω κώμας φυλάττοντες.

τούτοις τοῖς λόγοις ἀσπασμοί τε καὶ φιλοφροσύναι προσῆσαν,

244
ὥστε πάλιν τοὺς Ῥωμαίους εὐθαρσεῖς γενέσθαι καὶ τὸν Ἀντώνιον ἀκούσαντα τῶν πεδίων ἐφίεσθαι μᾶλλον, ἀνύδρου λεγομένης εἶναι τῆς διὰ τῶν ὀρῶν. οὕτω δὲ ποιεῖν μέλλοντος ἧκεν ἀνὴρ ἐπὶ τὸ στρατόπεδον ἐκ τῶν πολεμίων ὄνομα Μιθριδάτης, ἀνεψιὸς Μοναίσου τοῦ παρʼ Ἀντωνίῳ γενομένου καὶ τὰς τρεῖς πόλεις δωρεὰν λαβόντος. ἠξίου δὲ αὐτῷ προσελθεῖν τινα τῶν Παρθιστὶ διαλεχθῆναι δυναμένων ἢ Συριστί.

καὶ προσελθόντος Ἀλεξάνδρου τοῦ Ἀντιοχέως, ὃς ἦν Ἀντωνίῳ συνήθης, ὑπειπὼν ὃς εἴη, καὶ Μοναίσῃ τὴν χάριν ἀνάπτων, ἠρώτησε τὸν Ἀλέξανδρον εἰ λόφους συνεχεῖς καὶ ὑψηλοὺς ὁρᾷ πρόσωθεν. φήσαντος δὲ ὁρᾶν, ὑπʼ ἐκείνοις, ἔφη πανστρατιᾷ Πάρθοι λοχῶσιν ὑμᾶς.

τὰ γὰρ μεγάλα πεδία τῶν λόφων τούτων ἐξήρτηται, καὶ προσδοκῶσιν ὑμᾶς ἐξηπατημένους ὑπʼ αὐτῶν ἐνταῦθα τρέψεσθαι, τὴν διὰ τῶν ὀρῶν ἀπολιπόντας. ἐκείνη μὲν οὖν ἔχει δίψος καὶ πόνον ὑμῖν συνήθη, ταύτῃ δὲ χωρῶν Ἀντώνιος ἴστω τὰς Κράσσου τύχας αὐτὸν ἐκδεχομένας.

ὁ μὲν οὕτω φράσας ἀπῆλθεν· Ἀντώνιος δὲ ἀκούσας καὶ διαταραχθεὶς συνεκάλει τοὺς φίλους καὶ τὸν ἡγεμόνα τῆς ὁδοῦ Μάρδον οὐδὲ αὐτὸν ἄλλως φρονοῦντα. καὶ γὰρ ἄνευ πολεμίων ἐγίνωσκε τὰς διὰ τῶν πεδίων ἀνοδίας καὶ πλάνας χαλεπὰς καὶ δυστεκμάρτους οὔσας, τὴν δὲ τραχεῖαν ἀπέφαινεν οὐδὲν ἄλλο δυσχ ερὲς ἢ μιᾶς

246
ἡμέρας ἀνυδρίαν ἔχουσαν.