Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας ἢ παθόντας ἀμβλυτέρους γεγονέναι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι.

τῇ δὲ πέμπτῃ Φλαούϊος Γάλλος, ἀνὴρ πολεμικὸς καὶ δραστήριος ἐφʼ ἡγεμονίας τεταγμένος, ᾔτησεν Ἀντώνιον προσελθὼν πλείονας ψιλοὺς ἀπʼ οὐρᾶς, καὶ τῶν ἀπὸ τοῦ στόματος ἱππέων τινὰς ὡς μέγα κατόρθωμα ποιήσων. δόντος δὲ προσβάλλοντας ἀνέκοπτε τοὺς πολεμίους, οὐχ, ὡς πρότερον, ὑπάγων ἅμα πρὸς τοὺς ὁπλίτας καὶ ἀναχωρῶν, ἀλλὰ ὑφιστάμενος καὶ συμπλεκόμενος παραβολώτερον.

ὁρῶντες δὲ αὐτὸν οἱ τῆς οὐραγίας ἡγεμόνες ἀπορρηγνύμενον ἐκάλουν πέμποντες· ὁ δὲ οὐκ ἐπείθετο. Τίτιον δέ φασι τὸν ταμίαν καὶ τῶν σημαιῶν ἐπιλαβόμενον στρέφειν ὀπίσω καὶ λοιδορεῖν τὸν Γάλλον ὡς ἀπολλύντα πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας. ἀντιλοιδοροῦντος δὲ ἐκείνου καὶ διακελευομένου τοῖς περὶ αὑτὸν μένειν, ὁ μὲν Τίτιος ἀπεχώρει· τὸν δὲ Γάλλον ὠθούμενον εἰς τοὺς κατὰ στόμα λανθάνουσι πολλοὶ περισχόντες ἐκ τῶν ὄπισθεν.

βαλλόμενος δὲ πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρὰ Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι διαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν

236
φάλαγγα, πέμποντες κατʼ ὀλίγους ἐπιβοηθοῦντας, καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες, ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον ἀναπλήσαντες τὸ στρατόπεδον, εἰ μὴ ταχὺ μὲν αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος ἧκεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον ἔσχε τοῦ πρόσω διώκειν.

ἀπέθανον δὲ τρισχιλίων οὐκ ἐλάττους, ἐκομίσθησαν δὲ ἐπὶ σκηνὰς τραυματίαι πεντακισχίλιοι· καὶ Γάλλος ἦν ἐν τούτοις, τέτταρσιν ἐναντίοις διαπεπαρμένος τοξεύμασιν. ἀλλʼ οὗτος μὲν ἐκ τῶν τραυμάτων οὐκ ἀνήνεγκε, τοὺς δʼ ἄλλους περιϊὼν ὁ Ἀντώνιος ἐπεσκόπει καὶ παρεθάρρυνε δεδακρυμένος καὶ περιπαθῶν. οἱ δὲ φαιδροὶ τὴς δεξιᾶς αὐτοῦ λαμβανόμενοι παρεκάλουν ἀπιόντα θεραπεύειν αὑτὸν καὶ μὴ κακοπαθεῖν, αὐτοκράτορα καλοῦντες, καὶ σώζεσθαι λέγοντες ἂν ἐκεῖνος ὑγιαίνῃ.