Antony
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
συνῆκεν ὅτι τῶν Πάρθων ἔργον εἴη τοῦτο δυσκολίας ἕνεκα καὶ διατριβῆς ἐμποδὼν αὐτοῖς τὸν ποταμὸν τιθεμένων, καὶ τὸν Ἀντώνιον ὁρᾶν ἐκέλευε καὶ προσέχειν, ὡς τῶν πολεμίων ἐγγὺς ὄντων. ἄρτι δὲ αὐτοῦ καθιστάντος εἰς τάξιν τὰ ὅπλα καὶ δι’ αὐτῶν τοῖς ἀκοντισταῖς καὶ σφενδονήταις ἐκδρομὴν ἐπὶ τοὺς πολεμίους παρασκευάζοντος, ἐπεφάνησαν οἱ Πάρθοι καὶ περιήλαυνον ὡς κυκλωσόμενοι καὶ συνταράξοντες πανταχόθεν τὸν στρατόν.
ἐκδραμόντων δὲ τῶν ψιλῶν ἐπʼ αὐτούς, πολλὰς μὲν διδόντες ἀπὸ τόξων, οὐκ ἐλάττονας δὲ ταῖς μολυβδίσι καὶ τοῖς ἀκοντίοις πληγὰς λαμβάνοντες ἀνεχώρουν· εἶτα ἐπῆγον αὖθις, ἄχρι οὗ συστρέψαντες οἱ Κελτοὶ τοὺς ἵππους ἐνέβαλον καὶ διεσκέδασαν αὐτοὺς οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενομένους.
ἐκ τούτου μαθὼν ὁ Ἀντώνιος ὃ ποιεῖν ἔδει, πολλοῖς ἀκοντισταῖς καὶ σφενδονήταις οὐ μόνον τὴν οὐραγίαν, ἀλλὰ καὶ τὰς πλευρὰς ἑκατέρας στομώσας ἐν πλαισίῳ τὸν στρατὸν ἦγε, καὶ τοῖς ἱππόταις εἴρητο προσβάλλοντας τρέπεσθαι, τρεψαμένους δὲ μὴ πόρρω διώκειν, ὥστε τοὺς Πάρθους τὰς ἐφεξῆς τέσσαρας ἡμέρας οὐθὲν πλέον δράσαντας ἢ παθόντας ἀμβλυτέρους γεγονέναι καὶ τὸν χειμῶνα ποιουμένους πρόφασιν ἀπιέναι διανοεῖσθαι.