Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δέ που καὶ τὸ ἐρωτικὸν οὐκ ἀναφρόδιτον, ἀλλὰ καὶ τούτῳ πολλοὺς ἐδημαγώγει, συμπράττων τε τοῖς ἐρῶσι καὶ σκωπτόμενος οὐκ ἀηδῶς εἰς τοὺς ἰδίους ἔρωτας. ἡ δʼ ἐλευθεριότης καὶ τὸ μηδὲν ὀλίγῃ χειρὶ μηδὲ φειδομένῃ χαρίζεσθαι στρατιώταις καὶ φίλοις ἀρχήν τε λαμπρὰν ἐπὶ τὸ ἰσχύειν αὐτῷ παρέσχε, καὶ μεγάλου γενομένου τὴν δύναμιν ἐπὶ πλεῖον ἐπῆρεν, ἐκ μυρίων ἄλλων ἁμαρτημάτων ἀνατρεπομένην. ἓν δέ τι τοῦ μεγαλοδώρου παράδειγμα διηγήσομαι.

τῶν φίλων τινὶ μυριάδας ἐκέλευσε πέντε καὶ εἴκοσι δοθῆναι· τοῦτο Ῥωμαῖοι δεκίης καλοῦσι. τοῦ δʼ ἐπιτρόπου θαυμάσαντος καὶ ἵνα δείξῃ τὸ πλῆθος αὐτῷ καταβαλόντος ἐν μέσῳ τὸ ἀργύριον, ἠρώτησε παριὼν ὅ τι δὴ τοῦτο εἴη. τοῦ δʼ ἐπιτρόπου φήσαντος ὡς

148
ὃ κελεύσειε δοθῆναι, συμβαλὼν αὐτοῦ τὴν κακοήθειαν ὁ Ἀντώνιος, ἐγὼ πλεῖον ᾤμην, ἔφη, τὸ δεκίης εἶναι· τοῦτο δὲ μικρόν ἐστιν· ὥστε ἄλλο πρόσθες αὐτῷ τοσοῦτον.

ταῦτα μὲν οὖν ὕστερον· ἐπεὶ δὲ τὰ Ῥωμαίων πράγματα διέστη, τῶν μὲν ἀριστοκρατικῶν Πομπηΐῳ παρόντι προσθεμένων, τῶν δὲ δημοτικῶν Καίσαρα καλούντων ἐκ Γαλατίας ἐν τοῖς ὅπλοις ὄντα, Κουρίων ὁ Ἀντωνίου φίλος ἐκ μεταβολῆς θεραπεύων τὰ Καίσαρος Ἀντώνιον προσηγάγετο, καὶ μεγάλην μὲν ἀπὸ τοῦ λέγειν ἐν τοῖς πολλοῖς ἔχων ἰσχύν, χρώμενος δὲ καὶ δαπάναις ἀφειδῶς ἀφʼ ὧν Καῖσαρ ἐχορήγει, δήμαρχον ἀπέδειξε τὸν Ἀντώνιον, εἶτα τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔγουρας καλοῦσιν.

ὁ δὲ εὐθὺς εἰς τὴν ἀρχὴν παρελθὼν οὐ μικρὸν ἦν ὄφελος τοῖς πολιτευομένοις ὑπὲρ Καίσαρος. ἀλλὰ πρῶτον μὲν Μαρκέλλου τοῦ ὑπάτου Πομπηΐῳ τούς τε συνειλεγμένους ἤδη στρατιώτας παρεγγυῶντος καὶ καταλέγειν ἑτέρους διδόντος ἐμποδὼν ἔστη, διάταγμα γράψας ὅπως ἡ μὲν ἠθροισμένη δύναμις εἰς Συρίαν πλέῃ καὶ Βύβλῳ βοηθῇ πολεμοῦντι Πάρθοις, οὓς δὲ Πομπήϊος καταλέγει, μὴ προσέχωσιν αὐτῷ·

δεύτερον δὲ τὰς Καίσαρος ἐπιστολὰς οὐ προσιεμένων οὐδὲ ἐώντων ἀναγινώσκεσθαι τῶν συγκλητικῶν, αὐτὸς ἰσχύων διὰ τὸ ἄρχειν ἀνέγνω, καὶ πολλοὺς μετέστησε τῇ γνώμῃ, δίκαια καὶ μέτρια Καίσαρος ἀξιοῦν ἀφʼ ὧν ἔγραψε δόξαντος.

τέλος δὲ δυεῖν ἐρωτήσεων ἐν τῇ βουλῇ γενομένων,

150
τῆς μὲν εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τὰ στρατεύματα, τῆς δὲ εἰ Καίσαρα, καὶ Πομπήϊον μὲν ὀλίγων τὰ ὅπλα καταθέσθαι, Καίσαρα δὲ πάντων παρʼ ὀλίγους κελευόντων, ἀναστὰς Ἀντώνιος ἠρώτησεν εἰ δοκεῖ καὶ Πομπήϊον ὁμοῦ καὶ Καίσαρα τὰ ὅπλα καταθέσθαι καὶ τὰς δυνάμεις ἀφεῖναι. ταύτην ἐδέξαντο λαμπρῶς τὴν γνώμην ἅπαντες, καὶ μετὰ βοῆς ἐπαινοῦντες τὸν Ἀντώνιον ἠξίουν ἐπιψηφίζεσθαι. μὴ βουλομένων δὲ τῶν ὑπάτων, αὖθις ἑτέρας οἱ Καίσαρος φίλοι προὔτειναν ἐπιεικεῖς εἶναι δοκούσας ἀξιώσεις, αἷς ὅ τε Κάτων ἀντέπιπτε καὶ Λέντλος ὑπατεύων ἐξέβαλε τῆς βουλῆς τὸν Ἀντώνιον. ὁ δὲ πολλὰ μὲν αὐτοῖς ἐξιὼν ἐπηράσατο, λαβὼν δὲ θεράποντος ἐσθῆτα καὶ μισθωσάμενος μετὰ Κασσίου Κοΐντου ζεῦγος, ἐξώρμησε πρὸς Καίσαρα· καὶ κατεβόων εὐθὺς ὀφθέντες ὡς οὐδένα κόσμον ἔτι τῶν ἐν Ῥώμῃ πραγμάτων ἐχόντων, ὅτε μηδὲ δημάρχοις παρρησίας μέτεστιν, ἀλλʼ ἐλαύνεται καὶ κινδυνεύει πᾶς ὁ φθεγξάμενος ὑπὲρ τῶν δικαίων.