Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῶν δὲ Μήδων ἐκδρομήν τινα ποιησαμένων ἐπὶ τὸ χῶμα καὶ τοὺς προμαχομένους φοβησάντων, ὀργισθεὶς ὁ Ἀντώνιος ἐχρήσατο τῇ λεγομένῃ δεκατείᾳ πρὸς τοὺς ἀποδειλιάσαντας. διελὼν γὰρ εἰς δεκάδας τὸ πλῆθος ἀφʼ ἑκάστης ἕνα τὸν λαχόντα κλήρῳ διέφθειρε, τοῖς δὲ ἄλλοις ἀντὶ πυρῶν ἐκέλευε κριθὰς μετρεῖσθαι.

228

χαλεπὸς δὲ ἀμφοτέροις ἦν ὁ πόλεμος, καὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν προσδοκῶντι λιμόν· οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν ἐπισιτίσασθαι· Φραάτης δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον ἢ χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν δυναμένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρτερούντων καὶ παραμενόντων ἀπολίπωσιν αὐτόν, ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ φθινοπωρινὴν ἰσημερίαν.

δόλον οὖν συντίθησι τοιόνδε. Πάρθων οἱ γνωριμώτατοι περὶ τὰς σιτολογίας καὶ τὰς ἄλλας ἀπαντήσεις μαλακώτερον τοῖς Ῥωμαίοις προσεφέροντο, λαμβάνειν τε παριέντες αὐτοῖς ἔνια καὶ τὴν ἀρετὴν ἐπαινοῦντες ὡς πολεμικωτάτων ἀνδρῶν καὶ θαυμαζομένων ὑπὸ τοῦ σφετέρου βασιλέως δικαίως.