Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τοῦ δὲ Πάρθων βασιλέως τῷ Μοναίσῃ δεξιὰν καταπέμψαντος, ἄσμενος αὐτὸν ἀπέστειλεν ὁ Ἀντώνιος, ἐξαπατᾶν μὲν ἐγνωκὼς τὸν Φραάτην, ὡς εἰρήνης ἐσομένης, ἀξιῶν δὲ τὰς ἁλούσας ἐπὶ Κράσσου σημαίας καὶ τῶν ἀνδρῶν ἀπολαβεῖν τοὺς περιόντας. αὐτὸς δὲ Κλεοπάτραν εἰς Αἴγυπτον ἀποπέμψας ἐχώρει δι’ Ἀραβίας καὶ Ἀρμενίας,

ὅπου συνελθούσης αὐτῷ τῆς δυνάμεως καὶ τῶν συμμάχων βασιλέων ʽπάμπολλοι δὲ ἦσαν οὗτοι, μέγιστος δὲ πάντων ὁ τῆς Ἀρμενίας Ἀρταουάσδης, ἑξακισχιλίους ἱππεῖς καὶ πεζοὺς ἑπτακισχιλίους παρέχωνʼ ἐξήτασε τὸν στρατόν. ἦσαν δὲ Ῥωμαίων μὲν αὐτῶν ἑξακισμύριοι πεζοὶ καὶ τὸ Ῥωμαίοις συντεταγμένον ἱππικόν, Ἰβήρων καὶ Κελτῶν μύριοι, τῶν δὲ ἄλλων ἐθνῶν ἐγένοντο τρεῖς μυριάδες σὺν ἱππεῦσιν ὁμοῦ καὶ ψιλοῖς.

τοσαύτην μέντοι παρασκευὴν καὶ δύναμιν, ἣ καὶ τοὺς πέραν Βάκτρων Ἰνδοὺς ἐφόβησε καὶ πᾶσαν ἐκράδανε τὴν Ἀσίαν, ἀνόνητον αὐτῷ διὰ Κλεοπάτραν γενέσθαι λέγουσι. σπεύδοντα γὰρ ἐκείνῃ συνδιαχειμάσαι, τὸν πόλεμον ἐξενεγκεῖν πρὸ καιροῦ καὶ πᾶσι χρήσασθαι τεταραγμένως, οὐκ ὄντα τῶν ἑαυτοῦ λογισμῶν, ἀλλʼ ὡς ὑπὸ[*](ὡς ὑπὸ Naber: ὑπό. ) φαρμάκων τινῶν ἢ γοητείας παπταίνοντα πρὸς

222
ἐκείνην ἀεί, καὶ πρὸς τὸ τάχιον ἐπανελθεῖν μᾶλλον ἢ πρὸς τὸ κρατῆσαι τῶν πολεμίων γενόμενον.

πρῶτον μὲν οὖν αὐτοῦ δεον ἐν Ἀρμενίᾳ διαχειμάσαι καὶ διαναπαῦσαι τὸν στρατόν, ὀκτακισχιλίων σταδίων ἀποτετρυμένον πορείᾳ, καὶ πρὶν ἢ κινεῖν ἐκ τῶν χειμαδίων Πάρθους ἔαρος ἀρχῇ Μηδίαν καταλαβεῖν, οὐκ ἠνέσχετο τὸν χρόνον, ἀλλʼ εὐθὺς ἦγεν ἐν ἀριστερᾷ λαβὼν Ἀρμενίαν, καὶ τῆς Ἀτροπατηνῆς ἁψάμενος ἐπόρθει τὴν χώραν.

ἔπειτα μηχανημάτων αὐτῷ πρὸς πολιορκίαν ἀναγκαίων τριακοσίαις ἁμάξαις παραπεμπομένων, ἐν οἷς καὶ κριὸς ἦν ὀγδοήκοντα ποδῶν μῆκος, ὧν οὐδὲν ἐνεχώρει διαφθαρὲν ἐπὶ καιροῦ πάλιν γενέσθαι διὰ τὸ τὴν ἄνω χώραν πᾶν ξύλον ἀγεννὲς εἰς μῆκος καὶ μαλθακὸν ἐκφέρειν, ἐπειγόμενος ὡς ἐμπόδια τοῦ ταχύνειν ἀπέλιπε, φυλακήν τινα καὶ Στατιανὸν ἡγεμόνα τῶν ἁμαξῶν ἐπιστήσας, αὐτὸς δὲ Φραάτα μεγάλην πόλιν, ἐν ᾗ καὶ τέκνα καὶ γυναῖκες ἦσαν τοῦ τῆς Μηδίας βασιλέως, ἐπολιόρκει.