Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

εἰ δὲ τὰ

216
χείρω κρατήσειεν, ἔφη, καὶ γένοιτο πόλεμος, ὑμῶν μὲν ἄδηλον ὅτῳ κρατεῖν ἢ κρατεῖσθαι πέπρωται, τὰ ἐμὰ δʼ ἀμφοτέρως ἄθλια. τούτοις ἐπικλασθεὶς ὁ Καῖσαρ ἧκεν εἰρηνικῶς εἰς Τάραντα, καὶ θέαμα κάλλιστον οἱ παρόντες ἐθεῶντο, πολὺν μὲν ἐκ γῆς στρατὸν ἡσυχάζοντα, πολλὰς δὲ ναῦς ἀτρέμα πρὸς τοὶς αἰγιαλοῖς ἐχούσας, αὐτῶν δὲ καὶ φίλων ἀπαντήσεις καὶ φιλοφροσύνας.

εἱστία δὲ Ἀντώνιος πρότερος, καὶ τοῦτο τῇ ἀδελφῇ Καίσαρος δόντος. ἐπεὶ δὲ ὡμολόγητο Καίσαρα μὲν Ἀντωνίῳ δοῦναι δύο τάγματα πρὸς τὸν Παρθικὸν πόλεμον, Ἀντώνιον δὲ Καίσαρι χαλκεμβόλους ἑκατόν, Ὀκταουία τῶν ὡμολογημένων χωρὶς ᾐτήσατο τῷ μὲν ἀδελφῷ παρὰ τοῦ ἀνδρὸς εἴκοσι μυοπάρωνας, τῷ δʼ ἀνδρὶ παρὰ τοῦ ἀδελφοῦ στρατιώτας χιλίους.

οὕτω δὲ ἀλλήλων διακριθέντες ὁ μὲν εὐθὺς εἴχετο τοῦ πρὸς Πομπήϊον πολέμου, Σικελίας ἐφιέμενος, Ἀντώνιος δὲ Ὀκταουίαν μετὰ τῶν ἐξ ἐκείνης καὶ τοὺς ἐκ Φουλβίας παῖδας αὐτῷ παρακαταθέμενος εἰς τὴν Ἀσίαν ἀπεπέρασεν.

εὕδουσα δʼ ἡ δεινὴ συμφορὰ χρόνον πολύν, ὁ Κλεοπάτρας ἔρως, δοκῶν κατευνάσθαι καὶ κατακεκηλῆσθαι . τοῖς βελτίοσι λογισμοῖς, αὖθις ἀνέλαμπε καὶ ἀνεθάρρει Συρία πλησιάζοντος αὐτοῦ. καὶ τέλος, ὥσπερ φησὶν ὁ Πλάτων τὸ δυσπειθὲς καὶ ἀκόλαστον τῆς ψυχῆς ὑποζύ γιον, ἀπολακτίσας τὰ καλὰ καὶ σωτήρια πάντα Καπίτωνα Φοντήϊον ἔπεμψεν ἄξοντα Κλεοπάτραν εἰς Συρίαν.

ἐλθούσῃ δὲ χαρίζεται καὶ προστίθησι μικρὸν οὐδὲν οὐδʼ ὀλίγον, ἀλλὰ Φοινίκην,

218
κοίλην Συρίαν, Κύπρον, Κιλικίας πολλήν· ἔτι δὲ τῆς τε Ἰουδαίων τὴν τὸ βάλσαμον φέρουσαν καὶ τῆς Ναβαταίων Ἀραβίας ὅση πρὸς τὴν ἐκτὸς ἀποκλίνει θάλασσαν. αὗται μάλιστα Ῥωμαίους ἠνίασαν αἱ δωρεαί. καίτοι πολλοῖς ἐχαρίζετο τετραρχίας καὶ βασιλείας ἐθνῶν μεγάλων, ἰδιώταις οὖσι, πολλοὺς δʼ ἀφῃρεῖτο βασιλείας, ὡς Ἀντίγονον τὸν Ἰουδαῖον, ὃν καὶ προαγαγὼν ἐπελέκισεν, οὐδενὸς πρότερον ἑτέρου βασίλεως οὕτω κολασθέντος.

ἀλλὰ τὸ αἰσχρὸν ἦν τῶν Κλεοπάτρας τιμῶν ἀνιαρότατον. ηὔξησε δὲ τὴν διαβολὴν παῖδας ἐξ αὐτῆς διδύμους ἀνελόμενος, καὶ προσαγορεύσας τὸν μὲν Ἀλέξανδρον, τὴν δὲ Κλεοπάτραν, ἐπίκλησιν δὲ τὸν μὲν Ἥλιον, τὴν δὲ Σελήνην. οὐ μὴν ἀλλʼ ἀγαθὸς ὢν ἐγκαλλωπίσασθαι τοῖς αἰσχροῖς ἔλεγε τῆς μὲν Ῥωμαίων ἡγεμονίας οὐ δι’ ὧν λαμβάνουσιν, ἀλλʼ ἐν οἷς χαρίζονται φαίνεσθαι τὸ μέγεθος· διαδοχαῖς δὲ καὶ τεκνώσεσι πολλῶν βασιλέων πλατύνεσθαι τὰς εὐγενείας.

οὕτω γοῦν ὑφʼ Ἡρακλέους τεκνωθῆναι τὸν αὑτοῦ πρόγονον, οὐκ ἐν μιᾷ γαστρὶ θεμένου τὴν διαδοχὴν οὐδὲ νόμους Σολωνείους καὶ κυήσεως εὐθύνας δεδοικότος, ἀλλὰ τῇ φύσει πολλὰς γενῶν ἀρχὰς καὶ καταβολὰς ἀπολιπεῖν ἐφιέντος.