Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Σέξτου δὲ Πομπηΐου Σικελίαν μὲν ἔχοντος, Ἰταλίαν δὲ πορθοῦντος, ληστρίσι δὲ ναυσὶ πολλαῖς, ὧν Μηνᾶς ὁ πειρατὴς καὶ Μενεκράτης ἦρχον, ἄπλουν τὴν θάλασσαν πεποιηκότος, Ἀντωνίῳ δὲ κεχρῆσθαι δοκοῦντος φιλανθρώπως ʽὑπεδέξατο γὰρ αὐτοῦ τὴν μητέρα τῇ Φουλβίᾳ συνεκπεσοῦσαν̓, ἔδοξε καὶ πρὸς τοῦτον διαλυθῆναι.

καὶ συνῆλθον εἰς ταὐτὸν κατὰ τὴν ἐν Μισηνοῖς ἄκραν καὶ τὸ χῶμα, Πομπηΐῳ μὲν τοῦ στόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶ Καίσαρι τῶν πεζῶν παρακεκριμένων. ἐπεὶ δὲ συνέθεντο Πομπήϊον ἔχοντα Σαρδόνα καὶ Σικελίαν καθαράν

208
τε λῃστηρίων παρέχειν τὴν θάλατταν καὶ σίτου τι τεταγμένον ἀποστέλλειν εἰς Ῥώμην, ἐκάλουν ἐπὶ δεῖπνον ἀλλήλους.

κληρουμένων δὲ πρῶτος ἑστιᾶν αὐτοὺς ἔλαχε Πομπήϊος. ἐρομένου δὲ αὐτὸν Ἀντωνίου, ποῦ δειπνήσουσιν, ἐνταῦθα, ἔφη, δείξας τὴν στρατηγίδα ναῦν οὖσαν ἑξήρη πατρῷος γὰρ οἶκος αὕτη Πομπηΐῳ λέλειπται. ταῦτα δὲ εἰς τὸν Ἀντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ τὴν Πομπηΐου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκεῖνος εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπʼ ἀγκυρῶν καὶ διάβασίν τινα γεφυρώσας ἀπὸ τῆς ἄκρας ἀνελάμβανεν αὐτοὺς προθύμως.